Elijah) - urn:cts:greekLit:lagl0593Tishbe (Wikidata)
Jericho (Wikidata)
thaumaturge (Wikidata)
prophet (Wikidata)
| iota | 144 | [ | Ἰεζάβελ, γυνὴ τοῦ Ἀχαὰβ βασιλέως, γύναιον δραστήριον καὶ τολμηρόν, εἰς τοσαύτην ἀσέβειαν καὶ μανίαν προέπεσεν ὥστε καὶ ναὸν τῷ Τυρίων καὶ Σιδωνίων θεῷ κατασκευάσαι. καὶ αὐτὸς δὲ ὁ Ἀχαὰβ ἀνοίᾳ καὶ πονηρίᾳ πάντας τοὺς πρὸ αὑτοῦ ὑπερβέβηκεν. ἐπὶ τούτων ἦν Ἠλίας ὁ προφήτης. | ] |
| iota | 145 | [ | Ἰεζάβελ, τοῦ Ἀχαὰβ βασιλέως γυνή· ὑφ’ ἧς διωκόμενος Ἠλίας ἐν ἅρματι πυρὸς μετετέθη· ἣν Ἰοῦς ὁ βασιλεὺς ῥίπτει ἀπὸ τοῦ τείχους καὶ κυσὶ παραδίδωσι βρῶσιν. | ] |
| iota | 222 | [ | Ἰηοῦ, βασιλεὺς Σαμαρείας· ὃς ἀνεῖλεν Ἰεζάβελ καὶ τοὺς υἱοὺς Ἀχαὰβ κατὰ τὸ ῥῆμα Ἠλιοῦ τοῦ προφήτου. ὃς συναθροίσας πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἔφη μετὰ πανουργίας· Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. καὶ νῦν πάντας καλέσατε πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ, ὅτι μεγάλη μοι θυσία τῷ Βάαλ. πᾶς γάρ, ὃς ἂν ἀπολείψῃ, οὐ ζήσεται. συναθροισθέντες οὖν ἅπαντες, καὶ τοῦ εἰδωλείου πλησθέντος στόμα πρὸς στόμα, ἔφη· ἐρευνήσατε, εἰ ἔστι τῶν δούλων κυρίου τις. καὶ μὴ εὑρεθέντος, ἀνέκτεινε πάντας καὶ τὸν Βάαλ ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πορεύεσθαι ἐν νόμῳ κυρίου. | ] |
| nu | 6 | [ | Ναβουθαί· οὗτος ἦν ἐπὶ Ἀχαάβ, ἐξ Ἰζάρου πόλεως, ἀγρογείτων ὤν. τοῦ δὲ βασιλέως Ἀχαὰβ παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα· εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν, ἐπιτρέψαντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός. λυπηθεὶς δὲ ὡς ἐφ’ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν. τῆς δὲ Ἰεζάβελ πυνθανομένης ὅ τι λυπεῖται, διηγήσατο αὐτῇ τὴν Ναβουθαὶ σκαιότητα, καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη, μὴ τυχὼν ὧν ἠξίου. ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τραπέσθαι πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβουθαὶ τιμωρίας. καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰουδαίων ἐκ τοῦ Ἀχαὰβ ὀνόματος, νηστεῦσαι κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Ναβουθαί· εἶναι γὰρ αὐτὸν ἐκ γένους ἐπιφανοῦς. παρασκευασαμένους δὲ τρεῖς τολμηροὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεὸν εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι· καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ. καὶ οὕτως ἀπέθανε, καὶ προῖκα ἐκληρονόμησεν Ἀχαὰβ τὸν ἀμπελῶνα. ἀγανακτήσας δὲ ὁ θεὸς πέμπει Ἡλίαν τὸν προφήτην πρὸς Ἀχαὰβ περὶ τῶν πεπραγμένων ἐρησόμενον, ὅτι κτείνας τὸν ἀληθῆ δεσπότην τοῦ χωρίου κληρονομήσειεν αὐτὸν ἀδίκως, κατ’ ἐκεῖνον τὸν τόπον, ἐν ᾧ τὸν Ναβουθαὶ νεκρὸν συνέβη ὑπὸ κυνῶν δαπανηθῆναι, τό τε αὐτοῦ αἷμα καὶ τὸ τῆς γυναικὸς χυθήσεσθαι καὶ πᾶν αὐτοῦ τὸ γένος ἀπολεῖσθαι, τοιαῦτα ἠσεβηκότος. ὁ δὲ Ἀχαὰβ μετάμελος γενόμενος καὶ σακκίον ἐνδυσάμενος γυμνοῖς τοῖς ποσὶ διῆγε μὴ τρεφόμενος, ἀνθομολογούμενος τὰ ἡμαρτημένα καὶ τὸν θεὸν ἐξευμενίζων. ὁ δὲ θεὸς πρὸς τὸν προφήτην εἶπεν ὑπερβαλέσθαι τὴν τοῦ γένους τιμωρίαν, ἐπεὶ τοῖς τετολμημένοις μετανοεῖ, τελέσειν δὲ τὴν ἀπειλὴν ἐπὶ τῷ υἱῷ τοῦ Ἀχαάβ. | ] |
| nu | 51 | [ | Ναυατιανοί· αἱρεσῖται, τὰ Ναυάτου φρονοῦντες. καὶ τούτων ἐγένετο ἐπίσκοπος Σισίννιος, ἐλλόγιμος καὶ ἱερῶν βίβλων ἐπιστήμων καὶ κρείττων διαβολῆς, περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος. ἐρωτώμενος δὲ διὰ τί δεύτερον λούοιτο, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας, ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι; τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μὲν οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομῶν ὁ σοφώτατος, ἔστωσαν τὰ ἱμάτιά σου λευκά, λέγων παραινεῖ. καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς εὐαγγελίοις φαινόμενος Μωσῆν τε καὶ Ἡλίαν τοιούτους τοῖς ἀποστόλοις δείκνυσιν. οὐ μὴν ἀλλὰ καὶ ἄλλα πολλὰ χαρίεντα αὐτῷ εἴρηται. | ] |
| pi | 447 | [ | Παραστήσομαι· ἐναντίον σοῦ, ἐνώπιόν σου στήσομαι. τὸ πρωῒ παραστήσομαί σοι. τοῦτο δὲ ἁρμόδιον λέγειν τοῖς κατὰ Ἠλίαν βεβιωκόσι καὶ παθῶν ὑπερανεστηκόσι. | ] |
| pi | 1136 | [ | Περιέστηκεν· αἰτιατικῇ. περιΐσταται, περιέστραπται. καὶ περιστάντες αὐτὸν πᾶν τὸ τῆς ἀδελφότητος πλήρωμα. καὶ τὸ περιεστηκὸς ἐκεῖνο πλῆθος τὸν πατριάρχην Ἠλίαν διατεμὼν ὁ θεῖος Σάβας. | ] |
| sigma | 481 | [ | Σισίννιος, Ναυατιανῶν ἐπίσκοπος, ἀνὴρ ἐλλόγιμος καὶ ἄκρος φιλόσοφος. διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, ὡς καὶ τὸν Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν διάλεξιν. τὴν δὲ δίαιταν ἦν οὐ λιτός, ἀλλ’ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο, τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. καί ποτε ἐρομένου αὐτόν τινος, τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας· ἐπειδὴ τὸ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διατὶ ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται, λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι; ὁ δέ, σὺ πρότερον, ἔφη, εἰπέ, ποῦ γέγραπται, μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον; τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἐπήγαγεν ὁ Σισίννιος· ἀλλὰ σὺ μὲν οὐκ ἄν, ἔφη, δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλαιναν ἀμφιέννυσθαι· ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε, λέγων· ἔστωσάν σοι ἱμάτια λευκά. καὶ ὁ Σωτὴρ ἐν τοῖς Εὐαγγελίοις φαίνεται λευκῇ ἐσθῆτι χρησάμενος. οὐ μὴν ἀλλὰ Μωσῆν καὶ Ἠλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξε. ταῦτα καὶ ἄλλα πολλὰ εἰπὼν ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς Γαλατίας ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου καὶ τῇ Κωνσταντίνου πόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παρ’ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. ὁ δὲ θερμῶς ἀπήντησε καί φησιν· ὑμεῖς οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίαν ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ θεοῦ ἀποκλείοντες. ὁ δὲ Σισίννιος ἔφη· καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. τοῦ δὲ πάλιν ἐπάγοντος, πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, ὅτι σε εἶδον. Ἰωάννου δὲ τοῦ ἐπισκόπου λέγοντος, ὅτι οὐ δύναται πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, οὐδὲ γὰρ ἔχει. τοῦ δὲ Ἰωάννου χαλεπήναντος καὶ φήσαντος, ὁρᾷς, ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος; καὶ ὁ Σισίννιος, οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ’ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὔκ εἰμι ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. ὁ δὲ Ἰωάννης, ἀλλ’ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν· αἱρετικὸς γὰρ ὑπάρχεις. ὁ δὲ Σισίννιος χαριέντως· ἀλλ’ ἐγώ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ γε τηλικούτου καμάτου ἀπαλλάξειας. ὁ δὲ Ἰωάννης διαμαλαχθείς, ἀλλ’ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγώ, εἴγε ὅλως τὸ λέγειν λυπεῖ σε. οὕτως ἦν χαρίεις ὁ Σισίννιος. πολλὰ δὲ αὐτῷ γέγραπται· λεξιθηρεῖ δὲ ἐν αὐτοῖς. λέγων δὲ μᾶλλον ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο· προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος. | ] |
| sigma | 482 | [ | Σισίννιος· οὗτος ἐπίσκοπος ἐγένετο Ναυατιανῶν, ἀνὴρ ἐλλόγιμος ὅτι μάλιστα καὶ τῶν φιλοσόφων δογμάτων καὶ τῶν ἱερῶν βίβλων ἐπιστήμων καὶ πρὸς διαλέξεις ἕτοιμος· ὡς καὶ Εὐνόμιον ἐπὶ ταύταις εὐδοκιμοῦντα καὶ τοῦτο ἔργον ποιούμενον πολλάκις παραιτήσασθαι τοὺς πρὸς αὐτὸν διαλόγους. ἐγένετο δὲ σώφρων τὸν βίον, ὡς κρείττων εἶναι διαβολῆς· περὶ δὲ τὴν δίαιταν ἁβρὸς καὶ ποικίλος, ὡς τοὺς ἀγνοοῦντας ἀπιστεῖν, εἰ σωφρονεῖν δύναιτο, τοσοῦτον τρυφῶν. τὸ δὲ ἦθος ἦν χαρίεις καὶ ἡδὺς ἐν ταῖς συνουσίαις, καὶ διὰ ταῦτα τοῖς ἐπισκόποις τῆς καθόλου ἐκκλησίας καὶ τοῖς ἐν ἀρχῇ καὶ λόγῳ καταθύμιος ἦν. σκώπτειν δὲ σὺν χάριτι καὶ σκωμμάτων ἀνέχεσθαι καὶ ἀπεχθείας ἐκτὸς ὑπομένειν κομψῶς τε σὺν τάχει πρὸς τὰς ἐρωτήσεις ἀπαντᾶν εὖ μάλα ἐπιτηδείως εἶχεν. ἐρωτηθεὶς οὖν ποτε, ὅτου ἕνεκα δεύτερον λούοιτο ἐπίσκοπος ὤν, ὅτι μὴ τρίτον, ἔφη, φθάνω. ἐπεὶ δὲ λευκῇ ἐσθῆτι διετέλει χρώμενος, ἐπέσκωψέ τις αὐτῷ τῶν ἀπὸ τῆς καθόλου ἐκκλησίας. ὁ δὲ πρὸς αὐτόν· οὐκοῦν εἰπέ, ποῦ εἴρηται ἐσθῆτα μέλαιναν χρῆναι ἀμφιέννυσθαι. τοῦ δὲ ἀπορήσαντος, ὑπολαβὼν ἔφη· σὺ μέν, ἔφη, οὐκ ἂν τοῦτο ἐπιδεῖξαι δυνήσῃ· ἐμοὶ δὲ καὶ Σολομὼν ὁ σοφώτατος, ἔστωσάν σοι ἱμάτια λευκά, παραινεῖ, λέγων· καὶ αὐτὸς ὁ Χριστὸς λευχείμων ἐν τοῖς Εὐαγγελίοις φαινόμενος, Μωσῆν τε καὶ Ἠλίαν τοιούτους τοῖς ἀποστόλοις δεικνύς. οὐ μὴν ἀλλὰ κἀκεῖνο τῶν εἰρημένων Σισιννίῳ χάριεν οἶμαι. ἐνεδήμει μὲν γὰρ τῇ Κωνσταντινουπόλει Λεόντιος, ὁ τῆς παρὰ Γαλάταις Ἀγκύρας ἐπίσκοπος. ἐκκλησίας δὲ τῶν ἐκεῖσε Ναυατιανῶν ἀφῃρημένης, ἧκε πρὸς αὐτόν, ἀπολαβεῖν ταύτην δεόμενος. ἐπεὶ δὲ οὐκ ἀπεδίδου, ἐλοιδορεῖτο δὲ τοῖς Ναυατιανοῖς ὡς οὐκ ἀξίως ἐκκλησιάζειν, μετάνοιαν καὶ τὴν παρὰ θεοῦ φιλανθρωπίαν ἀναιρεῖν αὐτοὺς λέγων, ἀλλὰ μήν, ἔφη Σισίννιος, οὐδεὶς οὕτως ὡς ἐγὼ μετανοεῖ. ἐρομένου δὲ Λεοντίου τίνα τρόπον, ὅτι σε τεθέαμαι, ἀπεκρίνατο. καὶ ἕτερα δὲ πολλὰ αὐτοῦ εὐστόχως εἰρημένα ἀπομνημονεύουσιν. οὐκ ἀκόμψους τε πολλοὺς λόγους αὐτοῦ φέρεσθαί φασιν. ἐπῃνεῖτο δὲ μᾶλλον λέγων, ὡς ἄριστα ὑποκρινόμενος, φωνῇ τε καὶ βλέμματι καὶ χαριεστάτῳ προσώπῳ τὸν ἀκροατὴν ἑλεῖν ἱκανός. τοιαύτης ἔλαχε φύσεως ἀγωγῆς τε καὶ βίου Σισίννιος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: