Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Hecebolius (Hekebolios) - urn:cts:greekLit:lagl0541

Occupation (Wikidata Statement)

philosopher (Wikidata)

epsilon 431[ Ἑκηβόλιος, σοφιστὴς Κωνσταντινουπόλεως. οὗτος ἐπὶ Κωνσταντίου διαπύρως χριστιανίζειν ὑποκρινόμενος ἐπὶ Ἰουλιανοῦ ἄλογος Ἕλλην ἐφαίνετο. ῥίψας γὰρ ἑαυτὸν πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. τοιοῦτος ἦν κοῦφος καὶ εὐχερὴς Ἑκηβόλιος καὶ πρότερον καὶ ὕστερον. ]
mu 201[ Μάρις, τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος ἐπίσκοπος· καταλαβὼν δὲ Ἰουλιανὸν τὸν Παραβάτην θύοντα τῇ Τύχῃ ἐν τῇ βασιλικῇ Κωνσταντινουπόλεως, τηνικαῦτα χειραγωγούμενος( ἦν γὰρ δὴ πρὸς τῷ γήρᾳ ὑπόχυσιν ὀφθαλμῶν ὑπομείνας) , πολλὰ τὸν βασιλέα προσελθὼν περιύβρισε τὸν ἀσεβῆ καλῶν, τὸν ἀποστάτην, τὸν ἄθεον. ὁ δὲ λόγοις τὰς ὕβρεις ἠμύνετο τυφλὸν καλέσας, καὶ οὐκ ἄν, φησίν, οὐδὲ ὁ Γαλιλαῖός σου θεὸς θεραπεύσῃ σε. Γαλιλαῖον γὰρ εἰώθει καλεῖν τὸν Χριστόν. ὁ δὲ δὴ Μάρις παρρησιαίτερον πρὸς τὸν βασιλέα εἶπεν· εὐχαριστῶ, φησί, τῷ θεῷ τῷ τυφλώσαντί με, ἵνα μὴ ἴδω τὸ πρόσωπόν σου, οὕτως ἐκπεπτωκὸς πρὸς τὴν ἀσέβειαν. οὐδὲν πρὸς ταῦτα ὁ Ἰουλιανὸς ἀπεκρίνατο, δεινῶς δὲ καὶ τοῦτο μετήρχετο· ἑωρακὼς γὰρ τοὺς ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντας ὑπὸ τῶν Χριστιανῶν τιμωμένους, προθύμως τε σπεύδειν ἐπὶ τῷ μαρτυρῆσαι πολλοὺς ἐπειγομένους ὥσπερ αὐτῷ τούτῳ τοὺς Χριστιανοὺς ἀμυνόμενος, ἐπὶ ἑτέραν ἐτρέπετο. καὶ τὴν μὲν ὑπερβάλλουσαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο· οὐ μὴν πάντη τοῦ διώκειν ἀπέσχετο. διωγμὸν δὲ λέγω τὸ ὁπωσοῦν ταράττειν τοὺς ἡσυχάζοντας. ἐτάραττε δὲ ὧδε· νόμῳ ἐκέλευε Χριστιανοὺς παιδεύσεως μὴ μετέχειν, ἵνα μή, φησίν, ἀκονώμενοι τὴν γλῶτταν ἑτοίμως πρὸς τοὺς διαλεκτικοὺς τῶν Ἑλλήνων ἀπαντῶσι. πολλὰ δὲ ἐπὶ πολλοῖς μηχανησάμενος ἔπεισέ τινας πρὸς τὸ θύειν ἀποκλῖναι· ἐν οἷς καὶ Ἑκηβόλιον Κωνσταντινουπόλεως σοφιστήν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License