Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Antoninus Pius (Antoninus Pius) - urn:cts:latinLit:phi1248

Place of birth (Wikidata Statement)

Lanuvium (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Lorium (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

politician (Wikidata)

iota 448[ Ἰουστῖνος, φιλόσοφος, καὶ τῷ σχήματι τῶν φιλοσόφων χρώμενος, ἀπὸ τῆς Νεαπολιτῶν ἐπαρχίας τῆς Παλαιστίνης, ἐκ πατρὸς Πρίσκου τοῦ Βακχίου. οὗτος ὑπὲρ τῆς θρησκείας τῶν Χριστιανῶν πάνυ ἐκοπίασεν, ὥστε καὶ Ἀντωνίνῳ, τῷ ἐπίκλην Πίῳ, καὶ τοῖς τούτου υἱέσι καὶ τῇ συγκλήτῳ Ῥωμαίων βίβλον κατὰ τῶν ἐθνῶν συνταγεῖσαν ἐπιδοῦναι, τὸν ὀνειδισμὸν τοῦ σταυροῦ μὴ αἰσχυνόμενος. ἔγραψε καὶ ἑτέραν βίβλον, ἣν καὶ ἐπέδωκε τοῖς Ἀντωνίνου [+] διαδόχοις, τουτέστι Μάρκῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Αὐρηλίῳ Κομόδῳ. ἔστι καὶ ἄλλη αὐτοῦ βίβλος κατὰ τῶν ἐθνῶν, ἐν ᾗ περὶ τῆς φύσεως τῶν δαιμόνων διαλέγεται· καὶ τετάρτη βίβλος ὁμοίως κατὰ τῶν ἐθνῶν, ἣν ἐπέγραψεν Ἔλεγχος· καὶ ἄλλην Περὶ τῆς τοῦ θεοῦ μοναρχίας. καὶ ἄλλην, ἣν ὠνόμασε ψάλτην, καὶ ἑτέραν Περὶ ψυχῆς· διάλογόν τε κατὰ τῶν Ἰουδαίων, ὃν ἐσχεδίασε κατὰ Τρύφωνος, ἀρχηγοῦ τῶν ἐν Ἐφέσῳ Ἰουδαίων. οὐ μὴν ἀλλὰ καὶ κατὰ Μαρκίωνος ἐπίσημα τεύχη ἐξέδωκε· καὶ ἄλλην βίβλον κατὰ πασῶν τῶν αἱρέσεων, ἧς μέμνηται ἐν τῷ Ἀπολογητικῷ, ὃ ἐπέδωκεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτος ἐν τῇ Ῥώμῃ ἔχων τὰς διατριβάς, εὐθύνων Κρίσκην τὸν Κυνικὸν τὸν κατὰ τῶν Χριστιανῶν βλασφημοῦντα καὶ καλῶν αὐτὸν λαίμαργον ἄσωτόν τε καὶ ἀκόλαστον καὶ τὸν θάνατον φοβούμενον, τέλος τῇ τούτου ἐνεργείᾳ καὶ ἐπιβουλῇ ὡς Χριστιανὸς ὑπὲρ Χριστοῦ ἔπαθεν. ]
mu 205[ Μάρκελλος Σιδήτης, ἰατρός, ἐπὶ Μάρκου Ἀντωνίνου. οὗτος ἔγραψε δι’ ἐπῶν ἡρωϊκῶν βιβλία ἰατρικὰ δύο καὶ μʹ, ἐν οἷς καὶ περὶ λυκανθρώπου. ]
mu 215[ Μάρκος, βασιλεὺς Ῥωμαίων· ὃν ἐκπλήττεσθαι ἐν σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. ἐκ πρώτης γὰρ ἤδη τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς Στοᾶς καὶ ἦν ἄρα ἐκείνων μιμητὴς οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ γένους ἀλλοιωθείς. καὶ ἐπεὶ παρῆλθεν ἐς τὴν ἡγεμονίαν, κατὰ μοναρχίαν ἐξηγούμενος καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε, ἀλλ’ ἦν ἐλεύθερος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσι. ]
mu 216[ Μάρκος, βασιλεὺς Ῥωμαίων, ὁ Εὐσεβὴς ἐπικληθείς. οὗτος εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα δὴ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθόσον οὐ πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου καρτερικώτατον ἀπέδειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν, ὅθεν που καὶ νεὼν αὐτῆς ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήποτε ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ πάντων τῶν ἁμαρτημάτων ἀπείχετο καὶ οὔτε ἑκὼν οὔτε ἄκων ἐπλημμέλει, τὰ δὲ δὴ τῶν ἀλλοτρίων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν. ἀλλ’ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων, ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. ἔτη γὰρ νʹ καὶ μῆνας ιʹ ἡμέρας τε κʹ ζήσας καὶ ιθʹ ἔτη ἡμέρας ιαʹ αὐταρχήσας ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. ἀγαθὸς δὲ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἐν ῥητορικῆς καὶ φιλοσοφίας λόγοις ἀσκηθείς. ἀφ’ οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵνα ὑπ’ αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη. λέγει καὶ ἄλλους μυρίους ἐπαίνους εἰς αὐτὸν Δίων. ]
nu 404[ Νικόστρατος, Μακεδών, ῥήτωρ. ἐτάχθη δὲ ἐν τοῖς κριθεῖσιν ἐπιδευτέροις δέκα ῥήτορσι· σύγχρονος Ἀριστείδου καὶ Δίωνος τοῦ Χρυσοστόμου· ἦν γὰρ ἐπὶ Μάρκου Ἀντωνίνου τοῦ βασιλέως. ἔγραψε Δεκαμυθίαν, Εἰκόνας, Πολυμυθίαν, Θαλαττουργοὺς καὶ ἄλλα πλεῖστα· καὶ ἐγκώμια εἴς τε τὸν Μάρκον [+] καὶ ἄλλους. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License