Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Galenus (Galen) - urn:cts:greekLit:tlg0057

Place of birth (Wikidata Statement)

Pergamon (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Significant Place (Wikidata Statement)

Pergamon (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

physician writer (Wikidata)

surgeon (Wikidata)

neuroscientist (Wikidata)

physician (Wikidata)

philosopher (Wikidata)

Works

urn:cts:greekLit:tlg0057.suda001
urn:cts:greekLit:tlg0057.suda002
urn:cts:greekLit:tlg0057.suda003
urn:cts:greekLit:tlg0057.suda004

gamma 32[ Γαληνός, ὁ διασημότατος ἰατρὸς, Περγαμηνὸς, γεγονὼς ἐπὶ Μάρκου καὶ Κομόδου καὶ Περτίνακος τῶν Καισάρων ἐν Ῥώμῃ, υἱὸς Νίκωνος γεωμέτρου καὶ ἀρχιτέκτονος, πολλὰ συντεταχὼς ἰατρικά τε καὶ φιλόσοφα, ἔτι τε γραμματικὰ καὶ ῥητορικά· ἅτινα διὰ τὸ πᾶσιν εἶναι γνώριμα καταλέγειν ἄκαιρον ἡγησάμην ἐν τῷ παρόντι. ἐβίω ἔτη οʹ. σημαίνει δὲ καὶ τὸν ἥσυχον. ]
epsilon 1182[ Ἔνδοξα· φησὶν Ἀριστοτέλης συλλογισμὸν διαλεκτικὸν εἶναι τὸν δι’ ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐστι, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωριμωτάτοις καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα. πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται. μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιοῦτο καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν. τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος τιμιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ σοφοὶ ὡς ὁ Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ Ἀριστοτέλης, ὡς ὁ οὐρανὸς πέμπτου σώματος καὶ ἡ εὐδαιμονία ὑπ’ ἀρετῆς γίνεται, καὶ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὗτοι ἔνδοξοι κατὰ σοφίαν, ἔνδοξα καὶ τὰ εἰρημένα. διαφέρει δὲ ἔνδοξον τοῦ ἀληθοῦς, οὐ τῷ ψευδὲς εἶναι( ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ) , ἀλλὰ τῇ ἐπικρίσει, ὅτι ἐστὶν ἀληθές. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶς τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡρισμένως δὲ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον ΠλάτωνιἈριστοτέλειΓαληνῷ· ἄδοξα δὲ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· ταῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸς ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα, περὶ οὗ οὗτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς εἶναι τοὺς ἀστέρας ἢ ἀρτίους, ἢ τὰς τρίχας τῆς κεφαλῆς, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι. ]
phi 179[ Φαιόν· ὅτι τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ ἐστι τὰ ἐναντία, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν, τὰ δὲ σύνθετα, οἷον τὰ μεταξὺ τούτων. καὶ γὰρ ταῦτα τῇ ποιᾷ μίξει πρὸς ἄλληλα τῶν ἐναντίων ἀποτελοῦνται. καί ἐστιν αὐτῶν τὰ μὲν ἐγγυτέρω τοῦ λευκοῦ, ὡς τὸ ξανθόν, τὰ δὲ ἐγγυτέρω τοῦ μέλανος, ὡς τὸ κυανοῦν, τὰ δὲ λοιπὰ μεταξὺ τούτων, οἷον τὸ φαιόν, τὸ ἐρυθρόν. οὕτω καὶ ἐπὶ τῶν χυμῶν· ἁπλᾶ μὲν τὰ ἐναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, τὰ δὲ ἄλλα μικτὰ καὶ μεταξύ· ἀλλὰ τοῦ μὲν γλυκέος ἐγγυτέρω τὸ λιπαρόν, τὸ δὲ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δὲ λοιπὰ τούτων μεταξύ. οὐ πάντως δὲ τὰ μεταξὺ καὶ μικτά· τὰ μὲν γὰρ μικτὰ καὶ μεταξύ, οὐκέτι δὲ ἀνάπαλιν· οἷον ἐπὶ χρωμάτων· τὸ μὲν γὰρ φαιὸν μικτὸν ὂν μεταξύ ἐστι· τὸ μέντοι ἐρυθρὸν ἢ πράσινον οὐ πάντως ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνεται, ἀλλὰ μεταξὺ λέγονται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα. οὕτω καὶ ἐπὶ χυμῶν· μικτὸν μὲν τὸ ἁλμυρόν, ὡς οἱ ἅλες· ἐκ γὰρ πικροῦ τοῦ θαλαττίου ὕδατος καὶ γλυκέος τὴν γεῦσιν ἔχουσι· τὸ δὲ δριμὺ καὶ αὐστηρὸν καὶ ὀξὺ τῷ μηδετέρου τῶν ἄκρων μετέχειν οὕτως εἰσὶ μεταξύ. εἴ τι δὲ ἄλλο ἐγγύς ἐστι τούτων, τοῦτο ἄχυμον εἶναι, οἷον τὸ πλαδαρὸν ἤ τι τοιοῦτον. ὁ μὲν οὖν Ἀριστοτέλης ὀκτὼ καταλέγων εἴδη χυμῶν, δύο καταλείπει ἄκρους, τὸν γλυκὺν καὶ πικρόν, καὶ ἓξ μέσους· ἐγγὺς μὲν τοῦ γλυκέος τὸν λιπαρόν, τοῦ δὲ πικροῦ τὸν ἁλμυρόν, ἐν μέσῳ δὲ στρυφνόν, αὐστηρόν, δριμύν, ὀξύν. ὁ δὲ Γαληνὸς ἐν τοῖς ἁπλοῖς ἄκρους μὲν λέγει οὐ τὸν γλυκὺν καὶ πικρόν, ἀλλὰ τὸν δριμὺν καὶ ὀξύν. καὶ οὐ διαφωνοῦσιν· ὁ μὲν γὰρ ὡς ἰατρὸς πρὸς τὰς ἁπτὰς ἀπιδὼν ποιότητας τούτους ἐκάλεσεν ἄκρους· ἄκρον γάρ ἐστι κατὰ μὲν θερμότητα τὸ δριμύ, κατὰ δὲ ψύξιν τὸ ὀξύ. ὁ δὲ οἷα φιλόσοφος οὐκέτι πρὸς τὰς ἁπτάς, ἀλλὰ πρὸς τὰς γευστὰς ἀφεωρακώς, οὕτως ἐποιήσατο τὴν ἀντίθεσιν· ἄκρον γάρ ἐστιν ἐν τοῖς γευστοῖς τὸ γλυκὺ καὶ πικρόν. ὁ δὲ Πλάτων κέχρηται τοιᾷδε τάξει· ἑπτὰ λέγει χυμούς· τὸ γὰρ λιπαρὸν ἅμα τῷ γλυκεῖ συνάπτει, λέγων ὅτι τὸ ὑπαλεῖφον, εἰ μὲν μετὰ ἡδύτητός ἐστι, ποιεῖ τὸ γλυκύ· εἰ δὲ ἄνευ ἡδύτητος, λιπαρόν. γλυκὺ δὲ λέγομεν οἷον τὸ μέλι, λιπαρὸν δὲ τὰ ἐλαιώδη, ὀξὺ τὸ ὄξος, στρυφνὸν οἷον ἀχράδες, αὐστηρὸν τὸν οἶνον, ἁλμυρὸν τοὺς ἅλας, πικρὸν τὸ ἀψίνθιον, δριμὺ τὸ πέπερι. ἄκρα δὲ λέγει ὀξὺ καὶ δριμύ, πάρακρα δὲ ἐγγὺς μὲν τοῦ ὀξέος τὸ στρυφνόν, ἐγγὺς δὲ τοῦ δριμέος τὸ πικρόν· παράμεσα δὲ ἐγγὺς μὲν τοῦ πικροῦ τὸ ἁλμυρόν, ἐγγὺς δὲ τοῦ στρυφνοῦ τὸ αὐστηρόν, μέσον δὲ τὸ γλυκύ. ἀνατίθησι δὲ ταῦτα τοῖς ἑπτὰ πλανήταις, τὸ μὲν ὀξὺ τῷ Ἑρμῇ, τὸ δριμὺ τῷ Ἄρεϊ, τὸ πικρὸν τῇ Σελήνῃ, τὸ γλυκὺ τῷ Ἡλίῳ, τὸ ἁλμυρὸν τῇ Ἀφροδίτῃ, τὸ αὐστηρὸν τῷ Διΐ, τὸ στρυφνὸν τῷ Κρόνῳ. τὴν δὲ αἰτίαν ὡς φλυαρίαν παρίδωμεν. ]
phi 295[ Φιλάγριος, Λύκιος ἀπὸ Μάκρης, ὡς εὕρηται παρὰ Εὐγενάτορι. ὡς δὲ αὐτὸς ἐν τῇ πρὸς Φιλήμονα περὶ ἥπατος ἐσκιρρωμένου ἐπιστολῇ φησιν, ὁ Φιλάγριος εἴη ἂν μᾶλλον Ἠπειρώτης, ἰατρός, μαθητὴς Ναυμαχίου, τοῖς χρόνοις μετὰ Γαληνόν· ἰατρεύσας τὰ πλεῖστα ἐν Θεσσαλονίκῃ, συντάξας βιβλία ἰατρικά, μονόβιβλα μὲν οʹ, συντάγματα δὲ ἕτερα οὐκ ὀλίγα, ὑπομνηματικὰ εἰς Ἱπποκράτην [+]. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License