Ariston) - urn:cts:greekLit:lagl0867tragedy writer (Wikidata)
| sigma | 815 | [ | Σοφοκλῆς, Σωφίλου, Κολωνῆθεν, Ἀθηναῖος, τραγικός, τεχθεὶς κατὰ τὴν ογʹ Ὀλυμπιάδα, ὡς πρεσβύτερος εἶναι Σωκράτους ἔτη ιζʹ. οὗτος πρῶτος τρισὶν ἐχρήσατο ὑποκριταῖς καὶ τῷ καλουμένῳ τριταγωνιστῇ, καὶ πρῶτος τὸν χορὸν ἐκ πεντεκαίδεκα εἰσήγαγε νέων, πρότερον δυοκαίδεκα εἰσιόντων. προσηγορεύθη δὲ Μέλιττα διὰ τὸ γλυκύ. καὶ αὐτὸς ἦρξε τοῦ δρᾶμα πρὸς δρᾶμα ἀγωνίζεσθαι, ἀλλὰ μὴ στρατολογεῖσθαι. καὶ ἔγραψεν ἐλεγείαν τε καὶ Παιᾶνας καὶ λόγον καταλογάδην περὶ τοῦ χοροῦ, πρὸς Θέσπιν καὶ Χοιρίλον ἀγωνιζόμενος. παῖδας δὲ οὓς ἔσχεν οὗτοι, Ἰοφῶν, Λεωσθένης, Ἀρίστων, Στέφανος, Μενεκλείδης. τελευτᾷ δὲ μετὰ Εὐριπίδην, ἐτῶν ϟʹ. ἐδίδαξε δὲ δράματα ρκγʹ, ὡς δέ τινες καὶ πολλῷ πλείω, νίκας δὲ ἔλαβε κδʹ. | ] |
| sigma | 816 | [ | Σοφοκλῆς, Ἀρίστωνος, υἱωνὸς δὲ τοῦ προτέρου Σοφοκλέους πρεσβυτέρου, Ἀθηναῖος, τραγικός. ἐδίδαξε δὲ δράματα μʹ, οἱ δέ φασιν ιαʹ· νίκας δὲ εἷλεν ζʹ. ἔγραψε καὶ ἐλεγείας. ὅτι Ἀπολλώνιος ἐς σωφροσύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέους· ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεσπότην ἀποφυγεῖν, ἐλθόντα ἐς γῆρας· ὁ δὲ Ἀπολλώνιος ὁ Τυανεὺς ὑπ’ ἀρετῆς τε καὶ σωφροσύνης οὐδ’ ἐν μειρακίῳ ἡττήθη τούτων, ἀλλὰ καὶ νέος ὢν καὶ τὸ σῶμα ἐρρωμένος ἐκράτει τε καὶ λυττῶντος ἐδέσποζεν. ἀλλ’ ὅμως συκοφαντοῦσί τινες ἐπ’ ἀφροδισίοις αὐτόν, ὡς διαμαρτίᾳ ἐρωτικῇ χρησάμενον καὶ διὰ τοῦτο ἀπενιαυτίσαντα ἐς τὸ Σκυθῶν ἔθνος· οὔκουν οὐδὲ Εὐφράτης ποτὲ ἐσυκοφάντησεν ἐπ’ ἀφροδισίοις τὸν ἄνδρα, καίτοι ψευδῆ γράμματα κατ’ αὐτοῦ ξυνθείς· διεφέρετο γὰρ πρὸς τὸν Ἀπολλώνιον, ἐπειδὴ πάνθ’ ὑπὲρ χρημάτων αὐτὸν πράττοντα ἔσκωπτεν οὗτος καὶ ἀπῆγε τοῦ χρηματίζεσθαι καὶ τὴν σοφίαν καπηλεύειν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: