Saint Peter) - urn:cts:greekLit:lagl0546Bethsaida (Wikidata) (Pleiades)
fisher (Wikidata)
Catholic bishop (Wikidata)
apostle (Wikidata)
| chi | 523 | [ | Χριστιανοί· ἐπὶ Κλαυδίου βασιλέως Ῥωμαίων, Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάσθησαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριστιανοί. | ] |
| epsilon | 1800 | [ | Ἐξόν· τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθ’ ἄν, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν; ἐπὶ τῶν πορνικῶν καὶ ἀσελγῶν γραῶν. καὶ ὁ ἀπόστολος Πέτρος· ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς. | ] |
| nu | 10 | [ | Ναζιραῖος· ὁ θεῷ κεχαρισμένος, καὶ ἀφιερωμένος· ὁ μοναχός. ἰστέον δέ, ὅτι ἐπὶ Κλαυδίου βασιλέως Ῥώμης Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάσθησαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριστιανοί. | ] |
| nu | 254 | [ | Νέρων, βασιλεὺς Ῥωμαίων. οὗτος κραταιουμένης αὐτῷ τῆς βασιλείας ἐς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευσε πράγματα, κιθαρίζων καὶ τραγῳδῶν καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων. καὶ πρὸς πάσαις αὐτοῦ ταῖς ἀθεμιτουργίαις καὶ τὸ τῆς θεομαχίας μύσος προσέθηκε, διώκτης πρῶτος γενόμενος τοῦ θείου λόγου. μετὰ δὲ ταῦτα ἀνεῖλε καὶ τὴν μητέρα καὶ ἑαυτόν. ὅτι Νέρων ἔτι νέος ὢν ἐσχόλαζε φιλοσόφοις καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν· ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. καὶ μαθών, ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον τὸν ἄρχοντα τότε γενόμενον σιδηροδεσμίους. καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν· ὁ γὰρ ἄρχων ἐξουσίαν ἔχων ὅσα ἠβουλήθη ἔπραξεν. ἀγανακτήσας οὖν ὁ Νέρων Πιλάτον ἐν τῷ δεσμωτηρίῳ ἐνέβαλε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ μάγος. καὶ διαλεγομένων Πέτρου καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα, σὺ εἶ ὁ Χριστός; ὁ δὲ λέγει, ναί. εἶτα ἐρωτᾷ τὸν Πέτρον, σὺ εἶ ὁ Χριστός; ὁ δὲ λέγει, οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη. ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός; καὶ εἶπεν, οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε καὶ εἰσηνέχθη παρ’ ἐμοὶ ὡς μαθητὴς αὐτοῦ καὶ ἠρνήσατο αὐτὸν λέγων, οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ ἀπέλυσα αὐτόν. οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος. ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν, κατὰ δὲ τοῦ Πέτρου ὡς ἀρνησαμένου τὸν διδάσκαλον ἐξέβαλεν αὐτοὺς ἀπὸ τοῦ συνεδρίου. τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς προστάξεως. ὡς δὲ ἐκλήθη ὁ Νέρων πηλὸς αἵματι πεφυρμένος. κεῖται ἐν τῷ Ἀλέξανδρος Αἰγαῖος. | ] |
| phi | 448 | [ | Φίλων, Ἰουδαῖος, τεχθεὶς ἐν Ἀλεξανδρείᾳ, γένους ἱερέων, φιλοσοφήσας δὲ τὰ Ἑλλήνων εἰς μέγα προὔβη παιδείας, ὡς μετελθεῖν πᾶσαν Ἑλληνικὴν παίδευσιν τήν τε τῶν ἐγκυκλίων καλουμένων καὶ τὰς λοιπὰς ἐπιστήμας σὺν ἀκριβεῖ καταλήψει. ἐπλούτησέ τε λόγον, παρόμοιον Πλάτωνι, ὡς καὶ εἰς παροιμίαν παρ’ Ἕλλησι τοῦτο χωρῆσαι, ἢ Πλάτων φιλωνίζει, ἢ Φίλων πλατωνίζει· τοσαύτη ἐστὶν ὁμοιότης τῆς τε διανοίας καὶ φράσεως τοῦ ἀνδρὸς πρὸς τὴν Πλάτωνος. καὶ τοίνυν γέγραπται αὐτῷ βιβλία ἄπειρα, ἐξ ὧν καὶ ταῦτα· Περὶ συγχύσεως γλωσσῶν βιβλίον αʹ, Περὶ φύσεως καὶ εὑρήματος αʹ, Περὶ ὧν κατὰ νοῦν τις εὔχεται αʹ, Περὶ παιδεύσεως αʹ, Περὶ κληρονόμου τῶν θείων πραγμάτων αʹ, Περὶ μερισμοῦ ἴσων καὶ ἐναντίων αʹ, Περὶ τῶν τριῶν δυνάμεων, Περὶ ἐναλλαγεισῶν γραφῶν παρά τινων, Περὶ συνθηκῶν λόγοι βʹ, Περὶ βίου φιλοσόφου, Περὶ Γιγάντων αʹ, Περὶ ὀνείρων εʹ, Περὶ ζητημάτων καὶ ἑρμηνευμάτων τῆς Ἐξόδου εʹ, Περὶ τῆς σκηνῆς καὶ δεκαλόγου δʹ, Περὶ θυσιῶν, Περὶ ὑποσχέσεων ἤτοι καταρῶν, Περὶ προνοίας, Περὶ Ἰουδαίων αʹ, Περὶ ἀγωγῆς βίου, Περὶ Ἀλεξάνδρου [+], καὶ Περὶ τοῦ ὅτι ἴδιον λογισμὸν ἔχει τὰ ἄλογα, Περὶ τοῦ πᾶς ἄφρων δοῦλός ἐστι, Περὶ τῆς διαγωγῆς τὼν Χριστιανῶν, Περὶ [+] βίου [+] θεωρητικοῦ [+], Περὶ ἱκετῶν, Περὶ γεωργίας λόγοι βʹ, Περὶ μέθης βʹ, Περὶ τοῦ Μωσέως [+] βίου, εἰς τὰ Χερουβίμ, τουτέστι τὴν φλογίνην ῥομφαίαν, εἰς τὴν πεντάτευχον Μωϋσέως [+] καὶ εἰς αὐτὸν τὸν Μωϋσῆν [+] λόγοι εʹ. λέγουσι τοῦτον ἐπὶ Γαίου Καλλιγόλα ἐν τῇ Ῥώμῃ κινδυνεῦσαι, ὁπηνίκα πρεσβευτὴς τοῦ οἰκείου ἔθνους ἀπεστάλη· καὶ ὅτε τὸ δεύτερον ἦλθε πρὸς Κλαύδιον, ἐν τῇ αὐτῇ πόλει διαλεχθῆναι τῷ ἁγίῳ ἀποστόλῳ Πέτρῳ καὶ τούτους ἐσχηκέναι φιλίαν καὶ διὰ τοῦτο τοὺς σπουδαστὰς Μάρκου, τοῦ μαθητοῦ Πέτρου, ἐν Ἀλεξανδρείᾳ ἔπεσι κεκοσμηκέναι. εἰσὶν οὖν, ὡς προείπομεν, περιφανῆ καὶ ἀναρίθμητα συντάγματα καὶ πᾶσαν ὠφέλειαν γέμοντα. | ] |
| pi | 3119 | [ | Πύελος· θήκη. ἐπιστολὴν πέμπει ἐν Βυζαντίῳ, τῇ πυέλῳ τῶν ἱερῶν λειψάνων τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου τὸν τοιοῦτον χάρτην ἐπιτεθεικὼς κἀκεῖθεν τοῦτον ταῖς χερσὶ τοῦ ἀποσταλέντος ἀρθῆναι ποιήσας. θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε καὶ ἄκρητον ἔσπασεν· εἶτ’ ἀΐδην ψυχρὸν ἐπεσπάσατο. | ] |
| sigma | 458 | [ | Σινιάσαι· σεῖσαι, κοσκινίσαι, θορυβῆσαι, ταράξαι, πειράσαι. ὁ Χριστὸς πρὸς τὸν Πέτρον· ἐζήτησέ σε ὁ Σατανᾶς τοῦ σινιάσαι σε ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περί σου, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. οὐ περὶ τοῦ Πέτρου μόνου δεδέηται ὁ Ἰησοῦς, ἀλλὰ περὶ πάντων τῶν τὴν πίστιν Πέτρου ἐχόντων, οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου ἢ τὸν περίγειον κόσμον, ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον, δι’ ὧν ὡς δι’ ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν ᾅδην, ὡς ἀπὸ τρυπημάτων διαχωριζομένων, τῶν μὲν διαρρεόντων ὡς δι’ ὀπῆς τῆς γαστριμαργίας, ὧν ὁ θεὸς ἡ κοιλία· τῶν δὲ διὰ φιληδονίας· περὶ ὧν ὁ προφήτης φησί· πνεύματι πορνείας ἐπλανήθησαν. τῶν δὲ διὰ φιλαργυρίας, τῶν δὲ δι’ ὀργῆς, τῶν δὲ δι’ ἄλλων παθῶν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: