| chi | 90 | [ | Χαραδριός· ὄρνεον, εἰς ὃν ἀποβλέψαντες, ὡς λόγος, οἱ ἰκτεριῶντες ῥᾷον ἀπαλλάττονται. ὅθεν καὶ κρύπτουσιν αὐτοὺς οἱ πιπράσκοντες, ἵνα μὴ προῖκα ὠφελῶνται οἱ κάμνοντες. καὶ μὴν καλύπτει· μῶν χαραδριὸν περνᾷς; οὕτως Ἱππώναξ. καὶ παροιμία ἐντεῦθεν· Χαραδριὸν μιμούμενος, ἐπὶ τῶν ἀποκρυπτομένων. οὕτως Εὐφρόνιος. ἐπεὶ γὰρ τοὺς ἰκτεριῶντας ὠφελεῖ ὁ χαραδριὸς ὀφθείς, καὶ τοῦτον οἱ περνῶντες κρύπτουσιν, ἵνα μὴ πρὸ τοῦ ὠνήσασθαί τις ἰαθῇ περιέργως. ἔστι δὲ εἶδος ὀρνέου, μεταβαλλόμενον εἰς τὰ προκείμενα. καὶ ἐπὶ μὲν τοῦ ὀρνέου ὀξύνεται, ἐπὶ δὲ τῆς χαράδρας βαρύνεται. ἐπεὶ καὶ αἱ χαράδραι τρόπον τινὰ διὰ τῶν ῥευμάτων μελῳδίαν ποιοῦσι. χαραδριὸν οὖν μιμούμενος, ἀντὶ τοῦ ἀποκρυπτόμενος. οἱ δέ φασιν οὐ τοὺς ἰδόντας τὸν χαραδριόν, ἀλλὰ τοὺς φαγόντας ἀπαλλάσσεσθαι τῆς νόσου. | ] |
| delta | 1054 | [ | Διιτρέφης πυτιναῖα ἔχων πτερά· οὗτος πολυπράγμων ἐγένετο, ὃς θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτησε καὶ ἱππάρχησε καὶ ἐφυλάρχησεν. Εὐφρόνιος δὲ τὰ περὶ τῷ τραχήλῳ τῆς πυτίνης κρεμώμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖσθαι· καὶ ὅτι οὗτος πυτίνας ἔπλεκε. τινὲς δὲ εἰς πένητα εἰρῆσθαι διὰ τὸ ἀνυπόκριτον. ὡς εἰ ἔφη, μηδὲν ἄλλο ἔχων ἀλλ’ ἢ πίθου πόδας καὶ χύτρας ὀμφαλούς. οὗτος δὲ ἦν νεόπλουτος καὶ ἅρπαξ καὶ πονηρός. Πλάτων ἐν Ἑορταῖς· καὶ ξένον, τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν· πυτίνη δέ ἐστι πλέγμα. ὃς ᾑρέθη φύλαρχος, ἵππαρχος, εἶτ’ ἐξ οὐδενὸς μεγάλα πράττει κἄστι νῦν ξουθὸς ἱππαλεκτρυών. ἀντὶ τοῦ ἤδη μέγας ὄρνις γέγονε καὶ οὐχ ὁ τυχών. ἢ βουλευτής· ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖς ὄρνισιν ἐντιμότερος. | ] |
| kappa | 1549 | [ | Κηρύλος· ὁ ἄρρην ἀλκυών, ὃς ἐν ταῖς συνουσίαις ἀποθνήσκει. Εὐφρόνιός φησι τοὺς Δωριεῖς λέγειν, βάλε δέ, βάλε, κηρύλος εἴην· τοὺς δὲ Ἀττικοὺς κειρύλον. τοὺς δὲ ἄρρενας γηράσκοντας αἱ θήλειαι βαστάζουσι τοῖς πτεροῖς. καὶ μήποτε παρὰ τὸ κείρειν ἐσχημάτισται. ὁ γὰρ Σποργίλος ἦν κουρεύς. μνημονεύει αὐτοῦ Πλάτων ἐν Σοφισταῖς· τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος. | ] |
| mu | 801 | [ | Μέτων· ὁ μαθηματικός. καὶ Μέτωνος ἐνιαυτός. οὗτος ὁ Μέτων ἄριστος ἐγένετο ἰατρὸς καὶ ἀστρονόμος. τούτου ἐστὶν ὁ λεγόμενος Μέτωνος ἐνιαυτός. Καλλίστρατος δέ φησιν εἶναι αὐτοῦ ἐν Κολωνῷ ἀνάθημά τι ἀστρονομικόν, Εὐφρόνιος δέ, ὅτι τῶν δήμων ἦν ἐκ Κολωνοῦ. πρὸ Πυθοδώρου δὲ ἡλιοτρόπιον ἦν ἐν τῇ νῦν οὔσῃ ἐκκλησίᾳ πρὸς τῷ τείχει τῷ ἐν Πνυκί. ἢ ὅτι ἐν Κολωνῷ κρήνην τινὰ κατεσκευάσατο· φησὶν ὁ Φρύνιχος Μονοτρόπῳ· τίς δ’ ἐστὶν ὁ μετὰ ταῦτα φροντίζων; Μέτων ὁ Λυκονοιεύς. οἶδα, ὁ τὰς κρήνας ἄγων. ἢ ἴσως, ὅτι ἐν τῷ Κολονῷ κρήνην τινὰ κατεμηχανήσατο, ἢ ἄγαλμα ἢ ἀνάθημα ἀστρονομικὸν κατεσκευάσατο. | ] |
| pi | 500 | [ | Παραιξοροῦσιν· Ἀριστοφάνης Ταγηνισταῖς. ἀπέδωκαν δὲ οἱ μὲν παιδιᾶς εἶδός τι· Εὐφρόνιος δὲ παροιμιωδῶς λέγεσθαι ἐπὶ τῶν παρακελευομένων ταχέως ἥκειν ἢ ἀπαλλάττεσθαι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: