Δ | Δευσοποιός | [ | Δευσοποιός: κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν δʹ Πολιτείας. Δίφιλος Συντρόφοις ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν' ἀποδέδειχεν. | ] |
Λ | Λαμπάδιον | [ | Λαμπάδιον: ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας. | ] |
Π | Πολέμαρχος | [ | Πολέμαρχος: Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον. ἀρχή τις ἦν παρ' Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν θʹ ἀρχόντων. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, πρὸς ταῦτά φησιν αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος. εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προειρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον· ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ αʹ τῆς Πολιτείας καὶ ἐν Φαίδρῳ φησίν. | ] |
Χ | Χρυσοχοεῖν | [ | Χρυσοχοεῖν: Δείναρχος ἐν τῷ κατὰ Πυθέου πάλιν γὰρ Αἰσχίνου ἀποφοιτήσας παρὰ τούτῳ δῆλον ὅτι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ' οὐ τὸ προκείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων ἐν εʹ Πολιτείας λέγων τί δέ ἦ δ' ὃς ὁ Θρασύμαχος, χρυσοχοήσοντας οἴει τούσδε νῦν ἐνθάδε ἀφῖχθαι, ἀλλ' οὐ λόγων ἀκουσομένους ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν. ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τὸ Ἀθηναίων ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δ' ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ' αὐτούς. ἄπρακτοι δ' ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες σὺ δὲ ᾤου χρυσοχοήσειν, ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευάζοντο δὲ καὶ ὑπὸ τῶν κωμικῶν· Εὔβουλος γοῦν ἐν Γλαύκῳ φησὶν ἡμεῖς ποτ' ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα καὶ σιτί' ἐπὶ μύρμηκας ἡμερῶν τριῶν, ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: