Δ | Δαρεικός | [ | Δαρεικός: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους ἑνὸς τῶν λʹ. εἰσὶ μὲν χρυσοῖ στατῆρες οἱ Δαρεικοὶ, ἠδύνατο δὲ ὁ εἷς ταὐτὸ ὅπερ καὶ ὁ χρυσοῦς παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενος. ἐκλήθησαν δὲ Δαρεικοὶ οὐχ ὡς οἱ πλεῖστοι νομίζουσιν, ἀπὸ Δαρείου τοῦ Ξέρξου πατρὸς, ἀλλ' ἀφ' ἑτέρου τινὸς παλαιοτέρου βασιλέως. λέγουσι δέ τινες δύνασθαι τὸν Δαρεικὸν ἀργυρᾶς δραχμὰς κʹ, ὡς τοὺς εʹ Δαρεικοὺς δύνασθαι μνᾶν ἀργυρίου. | ] |
Θ | Θέογνις | [ | Θέογνις: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ' Ἀθηναίοις λʹ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν βʹ Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ' ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν. ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν αʹ Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι. | ] |
Θ | Θηραμένης | [ | Θηραμένης: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. ὃς ἀνῃρέθη κατηγορήσαντος αὐτοῦ Κριτίου ἐπὶ τῶν λʹ. | ] |
Π | Πείσων | [ | Πείσων: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. εἷς τῶν λʹ τῶν παρ' Ἀθηναίοις τυραννησάντων. | ] |
Π | Πολέμαρχος | [ | Πολέμαρχος: Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον. ἀρχή τις ἦν παρ' Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν θʹ ἀρχόντων. Ἀριστοτέλης δ' ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, πρὸς ταῦτά φησιν αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος. εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προειρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον· ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ αʹ τῆς Πολιτείας καὶ ἐν Φαίδρῳ φησίν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: