Α | Ἀποστησάμενον | [ | Ἀποστησάμενον: ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. | ] |
Ε | Ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι | [ | Ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι: Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γεγονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος Δημοσθένους πρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος, ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον. | ] |
Ε | Ἐχῖνος | [ | Ἐχῖνος: ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ἦν δὲ καὶ πόλις Ἐχῖνος, ἧς μνημονεύει Δημοσθένης ἐν θʹ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον καὶ θαλάσσιον ὄστρεον. | ] |
Ι | Ἱπποδάμεια | [ | Ἱπποδάμεια: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον ἀγοράν φησιν εἶναι ἐν Πειραιεῖ καλουμένην Ἱπποδάμειαν ἀπὸ Ἱπποδάμου Μιλησίου ἀρχιτέκτονος τοῦ οἰκοδομησαμένου τοῖς Ἀθηναίοις τὸν Πειραιᾶ. | ] |
Κ | Κακοτεχνιῶν | [ | Κακοτεχνιῶν: δίκης ὄνομα, ἣν οἱ ἑλόντες τινὰ ψευδομαρτυριῶν κατὰ τοῦ παρασχομένου αὐτὸν ἐδίδοσαν· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου τίσεως, εἰ γνήσιος, καὶ ἐν τῷ κατ' Εὐέργου καὶ Μνησιβούλου. | ] |
Λ | Λυκιουργεῖς | [ | Λυκιουργεῖς: Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. Δίδυμός φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας, τοῦ Μύρωνος υἱοῦ, οὕτως εἰρῆσθαι. ἀγνοεῖν δὲ ἔοικεν ὁ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δὲ ἀπὸ πόλεων καὶ ἐθνῶν· κλίνη Μιλησιουργής Κριτίας φησὶν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. μήποτ' οὖν γραπτέον καὶ παρ' Ἡροδότῳ ἐν τῇ ζʹ, ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει οὕτως ὀνομάζηται τὰ ἐν Λυκίᾳ εἰργασμένα. | ] |
Μ | Μαιμακτηριών | [ | Μαιμακτηριών: ὁ πέμπτος μὴν παρ' Ἀθηναίοις· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου. μαιμάκτης δ' ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: