Pseudo-Dionysius the Areopagite) - urn:cts:greekLit:tlg2798.suda012| delta | 1170 | [ | Διονύσιος ὁ Ἀρεωπαγίτης, ἐπίσκοπος Ἀθηνῶν, ἀνὴρ ἐλλογιμώτατος καὶ τῆς Ἑλληνικῆς παιδείας εἰς ἄκρον ἐληλακώς, ἀκουστὴς Παύλου πρὸς τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν καὶ ὑπ’ αὐτοῦ κατασταθεὶς εἰς αὐτὰς τὰς Ἀθήνας ἐπίσκοπος. πρὸς δὲ τὴν πάτριον τῶν Ἑλληνικῶν μαθημάτων ἄσκησιν πάντων προὐκέκριτο· ἑκάστης γὰρ ὡς εἰπεῖν αἱρέσεως τῆς ὑπ’ αὐτῶν πρεσβευομένης ἐν πολλῇ καθεστήκει τῇ πείρᾳ. οὗτος ἤκουσε Παύλου δημηγοροῦντος ἐν Ἀθήναις καὶ τὸν Χριστὸν καὶ τὴν ἀνάστασιν μετὰ παρρησίας τοῖς Ἕλλησιν εὐαγγελιζομένου. καὶ πιστεύσας τῷ Παύλου κηρύγματι ὑπ’ αὐτοῦ καὶ τῆς πόλεως ἐπισκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίσαρος, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰς Αἴγυπτον τοῖς ἐκεῖσε σοφοῖς ὁμιλῆσαι γλιχόμενος. συνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνης ἐκεῖνος ὁ σοφιστής, οὗ Πολέμων ὁ Λαοδικεὺς ἐν Σμύρνῃ διήκουσεν, ὁ διδάσκαλος Ἀριστείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοῦ δεσπότου Χριστοῦ, ἄμφω ἤστην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆς ἡλιακῆς ἐκλείψεως οὐ κατὰ φύσιν γεγενημένης, οὐ γὰρ ἦν συνόδου καιρός, εἰπεῖν λέγεται πρὸς τὸν μακάριον Διονύσιον τὸν σοφιστὴν Ἀπολλοφάνην ταῦτα· ὦ καλὲ Διονύσιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸς Διονύσιος ἐν τῇ πρὸς Πολύκαρπον τὸν μέγαν ἐπιστολῇ, τὸν Σμύρνης ἐπίσκοπον· ἦν γὰρ ὁ Ἀπολλοφάνης τῷ Διονυσίῳ τοῦ Χριστιανισμοῦ ἕνεκα διαλοιδορούμενος· καί φησι· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώσει καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. καὶ μετὰ βραχέα· ἔδει συνιδεῖν Ἀπολλοφάνην σοφὸν ὄντα μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔχειν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθις μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ συνεστῶτε παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν, οὐ γὰρ ἦν συνόδου καιρός, αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐνάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. ἀνάμνησον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωσιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατος ἐλθοῦσαν, εἶτα ἀναποδίσασαν, καὶ αὖθις οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωσιν καὶ τὴν ἀνακάθαρσιν, ἀλλ’ ἐκ τοῦ κατὰ διάμετρον ἐναντίου γεγενημένην. τοσαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριστῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ταῦτα, εἴ σοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανες, ἐξέλεγχε καὶ πρὸς ἐμὲ τὸν τότε συμπαρόντα σοι καὶ συνεωρακότα καὶ συνανακρίναντα πάντα καὶ συναγάμενον. ἀμέλει καὶ μαντείας τότε οὐκ οἶδ’ ὅθεν ὁ Ἀπολλοφάνης ἀπάρχεται, καὶ πρὸς ἐμὲ ὥσπερ τὰ γινόμενα συμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύσιε· θείων ἀμοιβαὶ πραγμάτων. τοσαῦτα ὡς κατ’ ἐπιστολὴν εἴρηκεν ὁ μέγας Διονύσιος πρὸς τὸν θεοφόρον Πολύκαρπον. τῆς δέ γε σοφίας αὐτοῦ καὶ τῆς εὐγλωττίας ἔνδειξις ἀκριβὴς ἡ τῶν παρ’ αὐτοῦ γραφεισῶν βίβλων ἀνυπέρβλητος φράσις· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιστήμην ἐν ἑκατέρᾳ. εἰ γάρ τις ἀπίδοι πρὸς τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνης φύσεως ταῦτα νομίσοι γεννήματα, ἀλλά τινος ἀκηράτου καὶ θείας δυνάμεως. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸς Τιμόθεον ἐπίσκοπον Ἐφέσου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβʹ, περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας, περὶ τοῦ, τίς ἡ τῆς εὐχῆς δύναμις, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείας καὶ συγγραφῆς θεολογικῆς, περὶ ἀγαθοῦ, φωτός, καλοῦ, ἔρωτος, ἐκστάσεως, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὂν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖς οὖσιν, περὶ τοῦ ὄντος, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆς, περὶ σοφίας, νοῦ, λόγου, ἀληθείας, πίστεως, περὶ δυνάμεως, δικαιοσύνης, σωτηρίας, ἀπολυτρώσεως, περὶ μεγάλου καὶ μικροῦ, τ αὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, στάσεως, κινήσεως, ἰσότητος, περὶ παντοκράτορος, παλαιοῦ ἡμερῶν· ἐν ᾧ καὶ περὶ αἰῶνος καὶ χρόνων· περὶ εἰρήνης, καὶ τί βούλεται αὐτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βασιλέως βασιλέων καὶ κυρίου κυρίων καὶ θεοῦ θεῶν. ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκλησιαστικῆς ἱεραρχίας περιέχουσα κεφάλαια ιεʹ, ἑτέρα βίβλος πρὸς τὸν αὐτὸν Τιμόθεον περὶ τῆς οὐρανίου ἱεραρχίας περιέχουσα καὶ αὐτὴ κεφάλαια ιεʹ, ἄλλη πρὸς τὸν αὐτὸν Τιμόθεον βίβλος περὶ μυστικῆς θεολογίας περιέχουσα κεφάλαια εʹ, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅσα τῷ ἀριθμῷ. φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαὶ πρὸς Γάϊον θεραπευτὴν δʹ, πρὸς Δωρόθεον λειτουργὸν αʹ, πρὸς Σώπατρον ἱερέα αʹ, πρὸς Πολύκαρπον ἱεράρχην Σμύρνης αʹ, πρὸς Δημόφιλον θεραπευτὴν αʹ, πρὸς Ἰωάννην τὸν Θεολόγον, τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν αʹ. ἰστέον δέ, ὥς τινες τῶν ἔξω σοφῶν καὶ μάλιστα Πρόκλος θεωρήμασι πολλάκις τοῦ μακαρίου Διονυσίου κέχρηται καὶ αὐταῖς δὲ ξηραῖς ταῖς λέξεσι. καὶ ἔστιν ὑπόνοιαν ἐκ τούτου λαβεῖν ὡς οἱ ἐν Ἀθήναις παλαιότεροι τῶν φιλοσόφων σφετερισάμενοι τὰς αὐτοῦ πραγματείας, ὧν αὐτὸς μνημονεύει πρὸς Τιμόθεον γράφων, ἀπέκρυψαν, ἵνα πατέρες αὐτοὶ ὀφθῶσι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύσιος ἤδη που μακρὸν ἐλάσας χρόνον καὶ πλήρης ἡμερῶν γεγονὼς τῷ τοῦ πνεύματος μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίσαρος, ὅτε καὶ ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ τὸν τῆς ἀθανασίας διήθλησεν ἀγῶνα. ὅτι εἰς τὸν μέγαν Διονύσιον [+] ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλος Ἱεροσολύμων, ἐν ᾧ φησιν· ὅσα δὲ δι’ ἀγράφου παραδόσεως ἢ ἐγγράφως παρειλήφαμεν, ἥκομεν ὑμῖν τοῖς φιλακροάμοσι παραθησόμενοι. τοιοῦτος οὖν εἰς ἡμᾶς κατήντηκε λόγος, ἀνέκαθεν πρὸς πατρὸς παιδὶ παραδεδομένος, ὡς ὁ μέγας Διονύσιος οὗτος κατὰ τὸν τοῦ σωτηρίου πάθους καιρόν, ἡνίκα μεσούσης ἡμέρας ὁ ἥλιος ἐκρύπτετο, ἐπὶ τῷ παραδόξῳ σφόδρα τεθηπὼς καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼς γνῶσιν, κατανοήσας τὸ γεγονός, ἄγνωστος, ἔφη, πάσχει θεός, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ σεσάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ’ ὃν τουτὶ τὸ παγκόσμιον ἐτετέλεστο τερατούργημα, τεκμηριωσάμενος ἐτήρει παρ’ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται μέντοι καὶ αὐτὸς ἐν τῇ πρὸς Πολύκαρπον ἐπιστολῇ τῆς ἡλιακῆς ἐκλείψεως ἐκείνης τῆς φρικωδεστάτης. Ἀπολλοφάνους γάρ, ἀνδρὸς φιλοσόφου, τὴν θρησκείαν Ἕλληνος τυγχάνοντος, νεμεσῶντός τε καὶ λοιδορουμένου τῷ τρισολβίῳ τούτῳ ὡς ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυσαττομένῳ σεβάσματα, τὴν δὲ τῶν Χριστιανῶν προτιμῶντι καὶ ἀσπαζομένῳ πίστιν καὶ ταύτης ἀγωνιστικώτατα προασπίζειν, καὶ τοῖς Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεσιν ἀνασκευάζειν πειρώμενος, μᾶλλον δὲ ὑποτιθέμενος τῷ Πολυκάρπῳ, πρὸς ὃν καὶ ὁ συστρατιώτης ἐποιεῖτο τὰ σκώμματα, τάδε φησί· σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνην καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: