Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Timaeus Tauromenitanus (Timaeus) - urn:cts:greekLit:tlg1733.suda004

tau 602[ Τίμαιος, Ἀνδρομάχου, Ταυρομενείτης· ὃν Ἀθηναῖοι Ἐπιτίμαιον ὠνόμασαν· Φιλίσκου μαθητὴς τοῦ Μιλησίου. παρωνόμαστο δὲ τοῦτο διὰ τὸ πολλὰ ἐπιτιμᾶν, καὶ Γραοσυλλέκτρια δὲ διὰ τὸ τὰ τυχόντα ἀναγράφειν. ἔγραψεν Ἰταλικὰ καὶ Σικελικὰ ἐν βιβλίοις ηʹ, Ἑλληνικὰ καὶ Σικελικά, Συλλογὴν ῥητορικῶν ἀφορμῶν βιβλία ξηʹ, Ὀλυμπιονίκας ἤτοι Χρονικὰ πραξίδια. γραοσυλλέκτρια οἷος· ὁ γαλακρηνῶν, ὃν οἰκείως εἶπεν λογοσυλλέκτριαν· οὐ παύεται γὰρ ἄδην κρουνοχυτροληροφλυαρῶν. ὅτι οὗτος ὁ Τίμαιος τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐξελέγξας κατὰ μὲν ἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν. φυγαδευθεὶς γὰρ ὑπ’ Ἀγαθοκλέους ἐκ τῆς Σικελίας, ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτήσαντα δὲ διὰ τῆς ἱστορίας ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. καθόλου γὰρ ταῖς προϋπαρχούσαις τῷ βασιλεῖ τούτῳ κακίαις ἄλλα πολλὰ παρ’ ἑαυτοῦ προσθεὶς ὁ συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι’ αὐτὸν γενομένας μόνον, ἀλλὰ καὶ τὰς διὰ τύχην, μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτάνοντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ διαλείπει παρ’ ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν, ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάττοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιεποιήσατο; χειροτέχνης γὰρ ἐκ παίδων γενόμενος δι’ ἀπορίαν βίου καὶ πατέρων ἀδοξίαν ἐξ ὑστέρου διὰ τὴν ἰδίαν ἀρετὴν οὐ μόνον Σικελίας ὅλης ἐκυρίευσεν, ἀλλὰ πολλὴν τῆς Ἰταλίας τε καὶ Λιβύης τοῖς ὅπλοις κατεστρέψατο. θαυμάσαι δ’ ἄν τις τοῦ συγγραφέως τὴν εὐχειρίαν. παρ’ ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακουσίων ἀνδρείαν, τὸν τούτων κρατήσαντα δειλίᾳ φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους. διὰ γὰρ τῶν ἐν ταῖς ἐναντιώσεσιν ἐλέγχων φανερός ἐστι τὸ φιλαληθὲς τῆς ἱστορικῆς παρρησίας προδεδωκὼς ἰδίας ἕνεκα ἔχθρας καὶ φιλονεικίας. διόπερ τὰς ἐσχάτας τῆς συντάξεως εʹ βίβλους τοῦ συγγραφέως τούτου, καθ’ ἃς περιείληφε τὰς Ἀγαθοκλέους πράξεις, οὐκ ἄν τις δικαίως ἀποδέξαιτο. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License