Pherecydes of Syros) - urn:cts:greekLit:tlg0630.suda001| epsilon | 360 | [ | Ἑκαταῖος, Ἡγησάνδρου, Μιλήσιος, γέγονε κατὰ τοὺς Δαρείου χρόνους τοῦ μετὰ Καμβύσην βασιλεύσαντος, ὅτε καὶ Διονύσιος ἦν ὁ Μιλήσιος, ἐπὶ τῆς ξεʹ Ὀλυμπιάδος· ἱστοριογράφος. Ἡρόδοτος δὲ ὁ Ἁλικαρνασεὺς ὠφέληται τούτου νεώτερος ὤν· γέγονε γὰρ μετ’ αὐτόν. καὶ ἦν ἀκουστὴς Πρωταγόρου ὁ Ἑκαταῖος. πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. | ] |
| iota | 697 | [ | Ἱστορῆσαι· θεάσασθαι. ὅτι ὁ Ἑκαταῖος πρῶτος ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. | ] |
| sigma | 1284 | [ | Συγγράφω· αἰτιατικῇ. καὶ τοὺς πολιτικοὺς λόγους συγγράφων. ὅτι Ἑκαταῖος πρῶτος ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται. | ] |
| phi | 214 | [ | Φερεκύδης, Βάβυος, Σύριος· ἔστι δὲ νῆσος μία τῶν Κυκλάδων ἡ Σύρα, πλησίον Δήλου. γέγονε δὲ κατὰ τὸν Λυδῶν βασιλέα Ἀλυάττην, ὡς συγχρονεῖν τοῖς ζʹ σοφοῖς· καὶ τετέχθαι περὶ τὴν μεʹ Ὀλυμπιάδα. διδαχθῆναι δὲ ὑπ’ αὐτοῦ Πυθαγόραν λόγος· αὐτὸν δὲ οὐκ ἐσχηκέναι καθηγητήν, ἀλλ’ ἑαυτὸν ἀσκῆσαι, κτησάμενον τὰ Φοινίκων ἀπόκρυφα βιβλία. πρῶτον δὲ συγγραφὴν [+] ἐξενεγκεῖν πεζῷ λόγῳ τινὲς ἱστοροῦσιν, ἑτέρων τοῦτο εἰς Κάδμον τὸν Μιλήσιον φερόντων, καὶ πρῶτον τὸν περὶ τῆς μετεμψυχώσεως λόγον εἰσηγήσασθαι. ἐζηλοτύπει δὲ τὴν Θάλητος δόξαν. καὶ τελευτᾷ ὑπὸ πλήθους φθειρῶν. ἔστι δὲ ἅπαντα ἃ συνέγραψε, ταῦτα· Ἑπτάμυχος ἤτοι Θεοκρασία ἢ Θεογονία. ἔστι δὲ θεολογία ἐν βιβλίοις δέκα, ἔχουσα θεῶν γένεσιν καὶ διαδόχους. | ] |
| phi | 216 | [ | Φερεκύδης, Ἀθηναῖος, πρεσβύτερος τοῦ Συρίου, ὃν λόγος τὰ Ὀρφέως συναγαγεῖν. ἔγραψεν Αὐτόχθονας· ἔστι δὲ περὶ τῆς Ἀττικῆς ἀρχαιολογίας ἐν βιβλίοις ιʹ· Παραινέσεις δι’ ἐπῶν. Πορφύριος δὲ τοῦ προτέρου οὐδένα πρεσβύτερον δέχεται, ἀλλ’ ἐκεῖνον μόνον ἡγεῖται ἀρχηγὸν συγγραφῆς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: