Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Vetus Testamentum (Old Testament) - urn:cts:greekLit:tlg0527.suda002 (Books of the Kingdoms)

alpha 1270[ Ἀλκάνης: ὅτι ἐν τῇ ἀρχῆ τῆς βίβλου τῶν δ’ βασιλειῶν Ἑλκανᾶς κεῖται τὸ ὄνομα. ἀνὴρ τῶν ἐν μέσῳ πολιτῶν τῆς Ἐφραὶμ κληρουχίας Ἀρμαθαὶμ πόλιν κατοικῶν γαμεῖ βʹ γυναῖκας, Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτης καὶ παῖδες αὐτῷ γίνονται· τὴν δ’ ἑτέραν ἄτεκνον οὖσαν ἀγαπῶν διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰς Σηλὼ πόλιν θῦσαι· ἐνταῦθα γὰρ ἡ σκηνὴ τοῦ θεοῦ ἐπεπήγει· καὶ πάλιν κατὰ τὴν εὐωχίαν νέμοντος μοίρας κρεῶν ταῖς τε γυναιξὶ καὶ τοῖς τέκνοις, ἡ Ἄννα θεασαμένη τοὺς τῆς ἑτέρας παῖδας τῇ μητρὶ περικαθισαμένους εἰς δάκρυά τε προὔπεσε καὶ τῆς ἀπαιδίας αὑτὴν ὠλοφύρετο καὶ τῆς μονώσεως. καὶ τῆς τ ἀνδρὸς παραμυθίας τῇ λύπῃ κρατήσασα εἰς τὴν σκηνὴν ᾤχετο, τὸν θεὸν ἱκετεύουσα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆσαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γεννησόμενον καθιερώσειν ἐπὶ διακονίαν τοῦ θεοῦ, δίαιταν οὐχ ὁμοίαν τοῖς ἰδιώταις ποιησόμενον. εὐχομένης δὲ ἦλθεν Ἠλεὶ ὁ ἀρχιερεὺς καὶ ὡς παροινοῦσαν ἐκέλευσεν ἀπιέναι. τῆς δὲ πιεῖν ὕδωρ φαμένης, λυπουμένης δ’ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρρεῖν παρεκελεύετο, παρέξειν αὐτῇ παῖδα τὸν θεὸν καταγγέλλων. καὶ γίνεται αὐτῇ παιδίονμ, ὃν Σαμουὴλ ἐκάλεσαν, θεαίτητον ὡς ἄν τις εἴποι. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License