Euphorion of Chalcis) - urn:cts:greekLit:tlg0221.suda004| epsilon | 3801 | [ | Εὐφορίων, Πολυμνήστου, Χαλκιδεύς, ἀπὸ Εὐβοίας, μαθητὴς ἐν τοῖς φιλοσόφοις Λακύδου καὶ Πρυτάνιδος καὶ ἐν τοῖς ποιητικοῖς Ἀρχεβούλου τοῦ Θηραίου ποιητοῦ, οὗ καὶ ἐρώμενος λέγεται γενέσθαι. ἐγεννήθη δὲ ἐν τῇ ρκϛʹ ὀλυμπιάδι, ὅτε καὶ Πύρρος ἡττήθη ὑπὸ Ῥωμαίων· καὶ ἐγένετο τὴν ἰδέαν μελίχρους, πολύσαρκος, κακοσκελής. τῆς Ἀλεξάνδρου, τοῦ βασιλεύσαντος Εὐβοίας, υἱοῦ δὲ Κρατεροῦ, γυναικὸς Νικίας στερξάσης αὐτόν, εὔπορος σφόδρα γεγονὼς ἦλθε πρὸς Ἀντίοχον τὸν μέγαν ἐν Συρίᾳ βασιλεύοντα καὶ προέστη ὑπ’ αὐτοῦ τῆς ἐκεῖσε δημοσίας βιβλιοθήκης· καὶ τελευτήσας ἐκεῖσε τέθαπται ἐν Ἀπαμείᾳ, ὡς δέ τινες ἐν Ἀντιοχείᾳ. βιβλία δὲ αὐτοῦ ἐπικὰ ταῦτα· Ἡσίοδος [+]· Μοψοπία ἢ Ἄτακτα· ἔχει γὰρ συμμιγεῖς ἱστορίας, Μοψοπία δέ, ὅτι ἡ Ἀττικὴ τὸ πρὶν Μοψοπία ἐκαλεῖτο ἀπὸ τῆς Ὠκεανοῦ θυγατρὸς Μοψοπίας, καὶ ὁ λόγος τοῦ ποιήματος ἀποτείνεται εἰς τὴν Ἀττικήν· Χιλιάδες· ἔχει δὲ ὑπόθεσιν εἰς τοὺς ἀποστερήσαντας αὐτὸν χρήματα, ἃ παρέθετο, ὡς δίκην δοῖεν κἂν εἰς μακράν· εἶτα συνάγει διὰ χιλίων ἐτῶν χρησμοὺς ἀποτελεσθέντας· εἰσὶ δὲ βιβλία εʹ, ἐπιγράφεται δὲ ἡ πέμπτη χιλιάς. περὶ χρησμῶν, ὡς διὰ χιλίων ἐτῶν ἀποτελοῦνται. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: