Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Demosthenes (Demosthenes) - urn:cts:greekLit:tlg0014.suda007 (Against Androtion)

alpha 2248[ Ἀνελεῖν: ἀνατρέψαι. πρεσβεύονται, πρῶτον τὸ κατὰ Μεγαρέων ψήφισμα ἀνελεῖν κελεύοντες καὶ τοὺς Ἕλληνας αὐτονόμους ἀφιέναι. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶς, ὅπερ ἄν τις ἀναλαμβάνοιτο. Ἀνελοῦσα γὰρ τὸν νόμον ἐξειροτόνησεν αὐτήν· τοῦτο τὸ χωρίον Δημοσθένης μὲν ἐν τῷ κατ’ Ἀνδροτίωνος εἶπε· διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡς προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὑτῇ αὐτὴν λέγει κατ’ αἰτιατικήν. καὶ μὲν κατ’ αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἤτοι παραβᾶσα διαχειροτονίαν περὶ ἑαυτῆς ἔδωκεν, ὅτι χρὴ στεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦσα τοῦτον τὸν νόμον ἐχειροτόνησεν ἐκεῖνον ἑαυτῇ. ]
alpha 2661[ Ἀντιγραφεύς: ὅμοιος τῷ γραμματεύς. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ Αἰσχίνης ἐν τῷ κατὰ Kτησιφῶντος. δύο δὲ ἦσαν, ὁ μὲν τῆς διοικήσεως, ὁ δὲ τῆς βουλῆς. ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον· ἐπὶ τῶν τοιούτων γὰρ λέγεται ἀντιγραφή. κοινῶς δὲ τὰ ἐν ταῖς δημοσίαις δίκαις τῶν δικαζομένων γράμματα. καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. λέγεται δὲ οὕτως καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους [+] Ἀπολογίᾳ ἀντῶμοσίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. ]
alpha 3273[ Ἀπογραφή· ἐπειδάν τις λέγῃ τινὰ ἔχειν τι τῶν τῆς πόλεως, ὁ ἐναγόμενος ἀπογραφὴν ποιεῖται δηλῶν ὅσα τε ἔχει καὶ ὅθεν τὰ χρήματα. μήποτε καὶ εἶδός τινός ἐστι δίκης ἡ ἀπογραφή. εἰ γὰρ ἀρνοῖτό τις μὴ ἔχειν, ἀπογραφῆς ἐκρίνετο, ὡς οὐκ ὀρθῶς γεγενημένης τῆς ἀπογραφῆς. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀνδροτίωνος. καὶ Ἀπογραφή, ἡ ἀπαρίθμησις. ὁ δὲ Καῖσαρ Αὔγουστος, ὁ μοναρχήσας, κ ' ἄνδρας τοὺς ἀρίστους τὸν βίον καὶ τὸν τρόπον ἐπιλεξάμενος ἐπὶ πάσαν τὴν γῆν τῶν ὑπηκόων ἐξέπεμψε· δι’ ὧν ἀπογραφὰς ἐποιήσατο τῶν τε ἀνθρώπων καὶ οὐσιῶν, αὐτάρκη τινὰ προστάξας τῷ δημοσίῳ μοῖραν ἐκ τούτων εἰσφέρεσθαι. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, τῶν πρὸ αὐτοῦ τοῖς κεκτημένοις τι μὴ ἀφαιρουμένων, ὡς εἶναι τοῖς εὐπόροις δημόσιον ἔγκλημα τὸν πλοῦτον. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License