Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Manes (Mani) - urn:cts:greekLit:lagl0410.suda001

mu 147[ Μάνης· οὗτος ὁ τρισκατάρατος ἐπὶ Αὐρηλιανοῦ βασιλέως ἐφάνη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενος· μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. οὗτος ὁ καὶ Μάνης καὶ Σκυθιανὸς λεγόμενος Βραχμὰν ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβινθον· ὃς παιδευθεὶς τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος καὶ βιβλία δʹ τὸ μὲν ἐπωνόμασε τῶν Μυστρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θησαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶς οὗτος, ὁ καὶ Τερέβινθος, ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ κατέλυσε, τὰ χρήματα αὐτοῦ καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔ νομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βουδδᾶ συνίστωρ γενόμενος τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα, ὡς αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοσοῦντος γὰρ καὶ θεραπείας πολλῆς παρὰ τῶν ἰατρῶν τυγχάνοντος, ὁ Κούβρικος ὑπέσχετο χωρὶς ἰατρῶν ἀναστῆσαι αὐτόν· καὶ ἀποστήσας τοὺς ἰατροὺς ἐθανάτωσεν αὐτόν. ὁ οὖν Μάνης οὗτος ἀποβαλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος εἶναι θεοῦ βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς καὶ παρανόμους μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμένην καὶ μετενσωματώσεις καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάσκων. περὶ οὗ καὶ Θεόδωρος ὁ τῆς Ῥαϊθοῦ πρεσβύτερός φησι· Μάνης, ὃς φαντασίᾳ τινὶ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὡς πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπασχε καθ’ ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανεστράφθαι νενόμισται. διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται ἐπὶ τοῦ Χριστοῦ λέγειν, ἀλλὰ μίαν τῆς θεότητος. Παῦλος δέ τις σύγχρονος, ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡς ἕνα τῶν προφητῶν. Παῦλος, ὅθεν καὶ Παυλικιανοί. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License