Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Paulus Samosatensis (Paul of Samosata)

theologian

urn:cts:greekLit:lagl0418

alpha 3398[ Ἀπολινάριος· οὗτος ἀνεφάνη μετὰ Παῦλον τὸν Σαμοσατέα, πρόεδρος Λαοδικείας τῆς Συρίας, ματαιοφροσύνης ἑτέρας ἡγησάμενος. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ κυρίου σάρκα, αὐτὸς ἔφη, ὅτι σάρκα μὲν ἐμψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο. μηδὲ γὰρ δεηθῆναί φησι τὴν σάρκα ἐκείνην ἀνθρωπείου νοὸς, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτῇ ἄλλην δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενος διατείνεται μίαν εἶναι φύσιν τοῦ λόγου καὶ τῆς σαρκὸς, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον, διὰ τοῦτο μὴ ἄξιον φύσιν ὀνομάζεσθαι. μεθ’ ὃν ἀναφαίνεται Θεόδωρος, ὁ Μοψουεστίας πρόεδρος τῆς Κιλικίας. ἐγένοντο δὲ Ἀπολινάριοι δύο, πατὴρ καὶ υἱός. ὁ μὲν πατὴρ Ἀλεξανδρεύς· γήμας δὲ εἰς Λαοδίκειαν τῆς Συρίας ἴσχει υἱὸν Ἀπολινάριον. ἄμφω δὲ συνήκμαζον Ἐπιφανίῳ τῷ σοφιστῇ, ὃν ἀκμάζοντα τότε ἠσπάζοντο. Θεόδοτος δὲ, ὁ τῆς Λαοδικείας ἐπίσκοπος, μηδενὶ τρόπῳ ἀποσπάσαι αὐτοὺς ἐξ αὐτοῦ δυνηθεὶς ἄμφω τῆς κοινωνίας ἐζημίωσεν. ὕβριν τε ἡγεῖται ὁ παῖς Ἀπολινάριος τὰ γενόμενα καὶ τῇ ἐννοίᾳ τοῦ σοφιστικοῦ θαρρῶν καινοτομεῖ καὶ αὐτὸς αἵρεσιν, νῦν ἐπιπολάζει, τὸ ὄνομα τοῦ εὑρόντος ἔχουσα. οἱ δέ φασι διενεχθῆναι αὐτοὺς πρὸς Γεώργιον, ἑώρων γὰρ αὐτὸν ἀλλόκοτα δογματίζοντα. οὗτος δὲ ὁ Ἀπολινάριος βαθμοὺς ἐπὶ τῆς θείας φύσεως δοξάζειν ἐτόλμησε καὶ μύθους τινὰς ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License