Scipio Aemilianus) - urn:cts:latinLit:phi0128Ancient Rome (Wikidata)
politician (Wikidata)
military personnel (Wikidata)
author (Wikidata)
military leader (Wikidata)
| alpha | 691 | [ | Ἀΐσσουσιν: ὁρμῶσι, φοιτῶσι. Πολύβιος· ἐν γὰρ τῇ Ῥώμῃ Μάρκον Πόρκιον ἀκούσαντα τὰς ἀριστείας Σκιπίωνος εἰπεῖν πάλιν ἄλλον πρὸς ἐκεῖνον· τί ἀκήκοας; εἰπεῖν οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν. | ] |
| alpha | 2986 | [ | Ἀπεκάθητο: ἐκαθέζετο. ὁ δὲ Σκιπίων ἀπεκάθητο πρός τινι πυραμίδι θεωρῶν τούς αὐτομόλους καὶ τὴν τούτων ἀπόνοιαν. | ] |
| alpha | 4648 | [ | Ἀφρικανός· Kαρχηδὼν, ἡ καὶ Ἀφρικὴ καὶ Βύρσα λεγομένη, μετὰ τὸν πρῶτον ἀνοικισμὸν κρατήσασα ἔτη ψ τῶν περιοίκων Λιβύων ἀνῄρητο. Σκιπίων δὲ αὐτὴν Σκιπίωνι τῷ Ἀφρικανῷ πάππῳ λαβὼν ἐπίκλην Ἀφρικανὸς τὸ ἐντεῦθεν διά τε τὴν ἀρετὴν καὶ τὸ τῶν κατορθωμάτων ὁμοιότροπον ἐπωνομάσθη. | ] |
| epsilon | 1245 | [ | Ἐνέπεσε· συνέβη, ἐγένετο. Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον. | ] |
| epsilon | 3174 | [ | Ἐσωματοποίει· ἔπλαττε. Πολύβιος· ὡσανεὶ καὶ τὸ αὐτόματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος [+] πράξεις, ὥστ’ ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας. | ] |
| lambda | 330 | [ | Λεύκιος Αἰμίλιος, ὁ Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασιλείας, ἐν ᾗ τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορηγίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων, οὐχ οἷον ἐπεθύμησε τούτων τινός, ἀλλ’ οὐδ’ αὐτόπτης ἐβουλήθη γενέσθαι, δι’ ἑτέρων δὲ τὸν χειρισμὸν ἐποιήσατο τῶν προειρημένων, καίτοι κατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ’ ἐναντίον ἐλλείπων μᾶλλον. μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοί, Πόπλιος Σκιπίων καὶ Κόϊντος Μάξιμος, ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, ἤγουν προῖκα, κʹ τάλαντα καὶ εʹ, ἐπὶ τοσοῦτον ἐδυσχρηστήθησαν, ὡς οὐδ’ εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις καί τινας τῶν κτήσεων. κάλλιστον οὖν σημεῖον κατέλιπε τῆς ἑαυτοῦ προαιρέσεως ἀποθανών. ὁ γὰρ πλεῖστον μὲν τῶν καθ’ αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ τοιοῦτον ἀπέλιπε τὸν ἴδιον βίον ὥστε μὴ δύνασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοτο κτήσεων. | ] |
| pi | 2055 | [ | Πόπλιος Σκιπίων, Λευκίου κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονέστατος τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτ’ ὠνησάμενος οὔτ’ ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος, οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον. τοῦτο ἀναμφισβήτητον παρὰ Ῥωμαίοις. | ] |
| pi | 2056 | [ | Πόπλιος Σκιπίων Ἀφρικανός, τὴν στρατιὰν εὑρὼν διεφθαρμένην ἐπανώρθωσεν. ὃς καὶ τὴν Καρχηδόνα εἰς ἔδαφος καθεῖλε. προσημᾶναι δὲ αὐτῷ τοῦ πολέμου τὸ πέρας τὴν τοῦ ξίφους λαβήν, αἵματι πολλῷ ῥεομένην καὶ πολλάκις μὲν ἀποματτομένην, πλέον δὲ ἀνιεῖσαν ἀεὶ τοῦ αἵματος· τοὺς γὰρ μάντεις πολὺν φόνον τῶν ἐναντίων σημαίνειν τὸ τέρας ὑποκρίνασθαι. | ] |
| rho | 239 | [ | Ῥουτίλιος Ῥοῦφος· ἐπὶ Σκιπίωνος ἦν, ὃς αὐτῷ συνεστράτευε, συγγράψας τὰ τότε φθάσαντα γενέσθαι· ὃς τηνικαῦτα χιλίαρχος ἐγεγόνει, ὥς φησιν Ἀππιανὸς ἐν τῇ Ῥωμαϊκῇ ἱστορίᾳ. | ] |
| sigma | 316 | [ | Σημαῖαι· τὰ παρὰ Ῥωμαίοις λεγόμενα σίγνα. πάντων γε μὴν τῶν Ῥωμαίων ἐπὶ τῶν σημαιῶν εἴδωλα φερόντων, ὁ Κωνσταντῖνος σταυροῦ τύπον ἔφερεν. αἱ δὲ σημαῖαι τῶν Ῥωμαίων συνεπεφεύγεσαν εἰς βουνόν· καὶ πάντων δόντων γνώμας ὁ Σκιπίων ἔφη, ὅταν ἐξ ἀκεραίου βουλεύωνται, καὶ πλείω ποιεῖσθαι πρόνοιαν τοῦ μηδὲν παθεῖν ἢ τοῦ δράσαι κακῶς τοὺς ἐχθρούς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: