Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Marcion Sinopensis (Marcion of Sinope) - urn:cts:greekLit:tlg2958

Place of birth (Wikidata Statement)

Sinop (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

theologian (Wikidata)

philosopher (Wikidata)

omega 183[ Ὠριγένης Λεωνίδην εἶχε πατέρα, ἐπίσκοπον καὶ μάρτυρα, ἐπὶ Σεβήρου βασιλέως ἀκμάσας. ὅστις Ὠριγένης ἐν Ἀλεξανδρείᾳ τυγχάνων μεγάλην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο. οὗ ζηλωταὶ πολλοὶ καὶ ἄλλοι καὶ μάλιστα Ἀμβρόσιος ἐγένετο, ὃς ἐς γνῶσιν αὐτοῦ ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες μεγίστην ὠφέλειαν ἐκαρποῦντο· μέγας γὰρ καὶ παρ’ αὐτοῖς ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τ ἄλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι φιλοσόφων μέμνηνται αὐτοῦ ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς λίαν. ὃς ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενος βαθύτερον, τοῦτον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ ἡλικίαν περαιτέρω ζητεῖν. νύκτωρ δὲ ἐπιστὰς καὶ ἰδὼν τὰ στέρνα ὡς θείου πνεύματος ἔνδοθεν αὐτοῖς ἀφιερωμένου κατεφίλει καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκούμενος. καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ’ ἐδάφους καὶ ψιαθίου καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν ἱερὰν μελέτην τῶν ἱερῶν λογίων διήνυε, καὶ ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος, ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι διαβόητος γενόμενος, ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, καὶ πολλοὺς Ἕλληνας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασεν. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης, καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρεόντων, οὐ μόνον Ἕλληνας καὶ φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς τὴν εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ καὶ ταχυγράφους αὐτῷ παραστήσας ἑπτά, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευε τοῖς ταχυγράφοις καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον ἐπὶ τὸ καλλιγραφεῖν ἐξησκημέναις. πᾶσαν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ͵ϛʹ βίβλους συνέταξε· τοσοῦτον γὰρ ζῆλον ἐς τὴν ἐξήγησιν τῶν θείων λογίων ὁ Ἀμβρόσιος ἐπεδείξατο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέγων· ὁ ἱερὸς θεῷ καὶ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσηγόρευσεν· ὅστις νομίζων με φίλον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ μαθήματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ δειπνῆσαι ἔστιν ὅτι μὴ ἀντιβάλλοντα, οὔτε δειπνήσαντα ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλολογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ ταῖς φιλολογίαις παρατείνοντα. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρις ἐννάτης καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι. πᾶσαν τοίνυν ἡρμήνευσε τὴν θείαν γραφήν. κατὰ γὰρ τοὺς χρόνους τούτους ἐν Ἱεριχῷ ἔν τινι πίθῳ περιτυχὼν τὴν Παλαιὰν εὐφυῶς μάλα καὶ ἐπιστημόνως ταύτην κατεσκεύασεν. ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε· συμβεβήκει γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βουλόμενος γὰρ τῶν θείων γραφῶν μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχήν, ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται οὔτε τὸ πνεῦμα τὸ ἅγιον τὸν υἱὸν οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρχειν, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων ἐς ἤθη τε καὶ ἐς φύσεις ζῴων καὶ ἀλόγων εἴρηται μέσως φερόμενος πολλάκις χαρίεντα διηγήματα γράφει· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. ἔδοξε δὲ αὐτῷ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι τοιοῦτον, ὡς καὶ τὸν θώρακα αὐτοῦ φασι δι’ ὑπερβολὴν ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι, ἐπινενόηκε δὲ καὶ κατὰ τὸ σωμάτιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιθεῖναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι, ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ τοῦ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος, φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν· Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνήν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων, καὶ καθωμολόγησε θῦσαι. καὶ βαλόντες ἐπὶ τὰς χεῖρας αὐτοῦ λιβανωτὸν εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε. καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξεώσθη. τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτερος γὰρ προϋπῆρχε, καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἄλλα πολλὰ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων. ὅθεν καὶ Συντακτικὸς ὠνομάσθη, διὰ τὸ πεποιηκέναι πολλὰ βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ Σολομῶντος λέγοντος· υἱέ, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· καί, μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιώματι αὐτοῦ. καί, μὴ σοφίζου περισσά, μήποτε ἀσεβήσῃς. ταῦτα πάντα παρωσάμενος παρεσφάλη τοῦ πρέποντος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License