Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Basiliscus Imperator (Basiliscus) - urn:cts:greekLit:tlg2764

Place of birth (Wikidata Statement)

Cappadocia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Cappadocia (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

politician (Wikidata)

military personnel (Wikidata)

mu 120[ Μάλχος, Βυζάντιος, σοφιστής. ἔγραψεν ἱστορίαν ἀπὸ τῆς βασιλείας Κωνσταντίνου [+] καὶ ἕως Ἀναστασίου· ἐν ᾗ τὰ κατὰ Ζήνωνα καὶ Βασιλίσκον καὶ τὸν ἐμπρησμὸν τῆς δημοσίας βιβλιοθήκης καὶ τῶν ἀγαλμάτων τοῦ Αὐγουσταίου καὶ ἄλλα τινὰ διεξέρχεται μάλα σεμνῶς καὶ τραγῳδίας δίκην ἀποθρηνῶν αὐτά. ]
mu 122[ Μάμας· ὅτι ἐν τῷ ἁγίῳ Μάμαντι γέφυρα ἦν μεγάλη, ιβʹ καμάρας ἔχουσα· ὕδατα γὰρ κατήρχοντο πολλά. ἔνθα καὶ δράκων ἵστατο χαλκοῦς, διὰ τὸ δοκεῖν δράκοντα οἰκεῖν ἐκεῖσε· ἔνθα καὶ πολλαὶ παρθένοι ἐτύθησαν. Βασιλίσκος γάρ τις ἐρασθεὶς τοῦ τόπου, ὃς ἦν Νουμεριανοῦ Καίσαρος, ἐκεῖσε κατῴκησε καὶ ναὸν ἤγειρεν· ἅπερ Ζήνων κατέλυσεν. καὶ ἐπὶ κλητικῆς ὦ Μάμαν. ]
pi 2480[ Προκόπιος· ὅτι ἐν τῷ ναῷ τοῦ ἁγίου μεγαλομάρτυρος Προκοπίου ἐν τῇ Χελώνῃ ἵστατο εὐνούχου τινὸς στήλη, ἧς ἐν τῷ στήθει ἔγραφεν· ὁ μετατιθεὶς θεμάτια τῷ βρόχῳ παραδοθήτω. ἦν δὲ ἡ στήλη Πλάτωνος κουβικουλαρίου, ὃς ἐν ταῖς ἡμέραις τοῦ Βασιλίσκου πυρίκαυστος γέγονε. τῶν δὲ γονέων αὐτοῦ αἰτησάντων τῷ βασιλεῖ εἰς μνημόσυνον τοῖς ἀνταίρουσι βασιλεῖ στηλωθῆναι τὸν εὐνοῦχον Πλάτωνα, οὐκ ἐκώλυσεν. ἐν δὲ τῷ ἀνακαινίζεσθαι τὸν τοῦ μεγαλομάρτυρος νεὼν μετετέθη εἰς τὸ Ἱπποδρόμιον. οἱ δὲ οἶκοι τοῦ εὐνούχου σῴζονται ἐν τῇ Χελώνῃ. ]
sigma 1084[ Στήλη τοῦ φόρου· ζήτει ἐν τῷ φόρος. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται δύο στῆλαι, Ἑλένης καὶ Κωνσταντίνου, καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν, γράφων εἷς ἅγιος· καὶ δύο ταχυδρόμων ὁμοίως στῆλαι. ἀνετέθησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος. Στήλη σταυροῦ· ὀπίσω ἐν τῷ σταυρός. ζήτει στήλην τῆς μητρὸς τοῦ μεγάλου Κωνσταντίνου ἐν τῷ Αὐγουστεῖον. ζήτει περὶ στηλῶν Ἡρακλείων ἐν τῷ Γάδειρα. ὅτι ἐν τῷ Περιπάτῳ ἔφιπποι στῆλαι ἵσταντο Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸς γέλωτα. ζήτει στήλην Ἡρακλέους ἐν τῷ Βασιλική, καὶ ἑτέρας στήλας διαφόρους. ζήτει στήλην ἐν τῷ Βηρίνη. ζήτει στήλην Πολυχερίας ἐν τῷ Πολυχερία. ζήτει στήλην ἐν τῇ Χελώνη ἐν τῷ Προκόπιος. ὅτι Ἀρκαδίας τῆς δευτέρας γυναικὸς Ζήνωνος στήλη ἐστὶν ἐν Ἀρκαδιαναῖς, ἐν τοῖς πλησίον μέρεσι τῶν βάθρων, τῶν λεγομένων Τόπων, ἐν τῷ τοῦ Ἀρχιστρατήγου· ἔνθα Ζήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου καὶ Σέκρετον τὸν τόπον ἐποίησεν. ἡ δὲ πρώτη τοῦ Ζήνωνος γυνὴ ἡ Ἀριάδνη ἦν, ἧς ἡ στήλη μετὰ τοῦ ἀνδρὸς αὐτῆς ἵσταται ἐν τῇ Βασιλικῇ. ὅτι ἐν τῷ Τριβουναλίῳ τοῦ Παλατίου στήλη ἦν Εὐδοκίας, τῆς γυναικὸς Θεοδοσίου, καὶ αὐτοῦ δὲ Θεοδοσίου Μαρκιανοῦ τε καὶ Κωνσταντίνου. ἔνθα ὀρχήσεις τῶν δύο μερῶν ἐγίνοντο ἕως Ἡρακλείου. ζήτει στήλην τὴν Ἰουστινιανοῦ παρὰ τοῦ Αὐγουστείου ἐν τῷ Ἰουστινιανός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License