Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Melanthius (Melanthius) - urn:cts:greekLit:tlg0254

Occupations (Wikidata Statement)

tragedy writer (Wikidata)

elegist (Wikidata)

Works

urn:cts:greekLit:tlg0254.suda001

gamma 392[ Γοργόνη· Ἀριστοφάνης· καὶ Γοργόν’ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. ὡσεὶ ἔλεγεν, οἴδημα ἐποίησεν ἐπὶ τῆς κεφαλῆς· παῤ ὑπόνοιαν. θέλων γὰρ εἰπεῖν, καὶ ἀπὸ τῆς πληγῆς κορδύλην ἐποίησεν, ἔφη, Γοργόνα ἐξήγειρε. καὶ Αἰλιανός· καὶ ἐνέκειντο αὐτῷ τὴν ἐξ αὐτοῦ προφέροντες, καὶ προσιόντες ὡς εἰπεῖν Γοργόνα κατεσίγασαν ἄλλως πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθους τοῦ Ἀθηναίου, ὃς νόμον εἰσάγει, τὸν ἀπὸ τοῦ ἄστεος ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτος οὖν ὠψίσθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ, καὶ αὐτὸν οἱ ἐχθροὶ εἰς δίκην ὑπάγουσι. διὰ τοῦτο λέγει, προσιόντες Γοργόνα. καὶ σκώπτων ὁ αὐτὸς Μόρσιμον καὶ Μελάνθιόν φησι. Γοργόνες, ἀντὶ τοῦ φοβεροὶ εἰς γαστριμαργίαν. ]
mu 457[ Μελάνθιος καὶ Μόρσιμος· λέγει Ἀριστοφάνης περὶ αὐτῶν οὕτως· ἄμφω Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι, ἅρπυιαι, γραοσόβαι, μιαροί, τραγομάσχαλοι, ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ μοῦσα καὶ θεὰ μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. Γοργόνες, φοβεροὶ ἐς γαστριμαργίαν· βατὶς δὲ εἶδος ἰχθύος· ἅρπυιαι δὲ ἅρπαγες τῶν ἰχθύων· Ἅρπυιαι γὰρ ἁρπακτικοὶ δαίμονες· ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν· ἢ γραΐσι συγκοιμώμενοι· σοβάδες γὰρ αἱ πόρναι· καταχρεμψαμένη δὲ καταπτύσασα. ]
mu 1243[ Μονῳδεῖν ἐκ Μηδείας· ὀλόμαν, ὀλόμαν, ἀποχειρωθεὶς τὰς ἐν τεύτλοισι λοχευομένας. περὶ Μελανθίου λέγει τοῦ ὀψοφάγου, ὅτι ἀφικόμενος ἐν τῇ ἀγορᾷ ὀψωνῆσαι ἐγχέλεις καὶ μὴ εὑρὼν σχετλιάσοι· παρόσον οἱ μάγειροι μετὰ τεύτλων ἕψουσι τὰς ἐγχέλεις. ]
mu 1260[ Μόρσιμον καὶ Μελάνθιον· ἄμφω διαβάλλει Ἀριστοφάνης λέγων οὕτως· Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι, γραιοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατύ, Μοῦσα θεά, μετ’ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν. ]
mu 1261[ Μόρσιμος καὶ Μελάνθιος, ποιηταὶ τραγικοί. Μόρσιμος δὲ Φιλοκλέους τοῦ τραγικοῦ υἱός, ποιητὴς ψυχρός· ἦν δὲ καὶ ἰατρός. Ἀριστοφάνης· διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίαν. τουτέστιν ἐκλαβοίμην καὶ συριττοίμην, ὡς ἐκεῖνος· πονηρῶν γὰρ ὄντων αὐτοῦ τῶν ποιημάτων, ἐν ἀρᾶς ἔθηκε μέρει. Μελάνθιος δὲ ἐκωμῳδεῖτο εἰς ὀψοφαγίαν· καὶ πολὺ μᾶλλον ἐν τοῖς Κόλαξιν. ἦν δὲ καὶ κίναιδος. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License