Aeschylus) - urn:cts:greekLit:tlg0085Elefsina (Wikidata)
Gela (Wikidata)
tragedy writer (Wikidata)
warrior (Wikidata)
playwright (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0085.suda001 -
Myrmidons
urn:cts:greekLit:tlg0085.suda002 -
Agamemnon
urn:cts:greekLit:tlg0085.suda003
urn:cts:greekLit:tlg0085.suda004 -
Prometheus Bound
urn:cts:greekLit:tlg0085.suda005 -
Eumenides
urn:cts:greekLit:tlg0085.suda006
urn:cts:greekLit:tlg0085.suda007 -
The Edonians
urn:cts:greekLit:tlg0085.suda008
urn:cts:greekLit:tlg0085.suda009
urn:cts:greekLit:tlg0085.suda010
| alpha | 25 | [ | Ἀβδέλυκτα: τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι· καὶ μὴν, φιλῶ γὰρ, ἀβδέλυκτ’ ἐμοὶ τάδε. | ] |
| alpha | 165 | [ | Ἄγγαροι: οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. τὰ δὲ ὀνόματα Περσικά. Αἰσχύλος Ἀγαμέμνονι· φρυκτὸς δὲ φρυκτὸν δεῦρο ἀπ’ ἀγγάρου πυρὸς ἔπεμπε. τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλως τῶν ἀναισθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ Ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν. καὶ Ἀγγαρεύεσθαι καλοῦσιν ὥσπερ ἡμεῖς νῦν τὸ εἰς φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεσίαν ἄγεσθαι. Μένανδρος καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίστησιν· ὁ πλέων κατήχθη; κρίνεθ’ οὗτος πολέμιος. ἐὰν ἔχῃ τὶ μαλακὸν, ἀγγαρεύεται. | ] |
| alpha | 358 | [ | Ἀγριοποιόν. καὶ ἄνθρωπος ἀγριοποιός. ἀγρίους εἰσάγοντα τοὺς ἥρωας. Ἀριστοφάνης περὶ Αἰσχύλου· ἐγὦδα τοῦτον κἀξεπίσταμαι καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν, αὐθαδόστομον, ἔχοντ’ ἀχάλινον ἀκρατὲς ἀθύρωτον στόμα, ἀπεριλάλητον, κομποφακελλορήμονα. | ] |
| alpha | 1172 | [ | Ἄληθες: ἀντὶ τοῦ ὄντως. ἀξιοῦσι δὲ ὀξύνειν τὴν πρώτην, ὅταν τοῦτο δηλοῖ τὸ ἐν ἐπερωτήσει λεγόμενον, οἷον ὄντως, ἀληθῶς. ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; Αἰσχύλος φησὶ πρὸς Εὐριπίδην· σὺ δή με ταῦτ’, στωμυλιοσυλεκτάδη, καὶ πτωχοποιέ, καὶ ῥακιοσυρραπτάδη. ἀληθὲς δὲ τὸ ἀντιδιαστελλόμενον τῷ ψεύδει. ἀλήθεια δέ ἐστι θείων τε καὶ ἀνθρωπίνων ἡγεμών. | ] |
| alpha | 1233 | [ | Ἀλινδεῖσθαι: κυλίεσθαι. καὶ Ἀλινδήθρα, κυλίστρα. τόπος ἐν ᾧ οἱ ἵπποι κονίονται. Ἀριστοφάνης· συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. καὶ αὖθις· τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. περὶ Αἰσχύλου φησίν. | ] |
| alpha | 1681 | [ | Ἀμύντης καὶ Ἀλκήστης, τραγικὰ καὶ Αἰσχυληρὰ τὰ ὀνόματα. | ] |
| alpha | 1747 | [ | Ἀμφιμήτωρ: ὁ ἑτερομήτωρ. Αἰσχύλος. | ] |
| alpha | 1980 | [ | Ἄναξ: θηλυκῶς. οὕτως Αἰσχύλος. | ] |
| alpha | 2840 | [ | Ἀξύστατον: περὶ Αἰσχύλου λέγει Ἀριστοφάνης. ἀντὶ τοῦ οὐ συνεστῶτα, οὐδὲ πυκνὸν, ἀλλ’ ἀραιὸν ἐν τῆ ποιήσει καὶ κομπώδη. ἢ ἀδιάθετον ἢ ἀπιθάνως συντιθέντα. | ] |
| alpha | 3517 | [ | Ἀποσεμνύνει· αἰτιατικῇ. γεραίρει. Ἀποσεμνυνεῖται δὲ ἀπονοεῖται σιωπῶν, ὑπερηφάνει. σεμνότητος γὰρ ἕνεκα ἐπιπολὺ ἐσιώπα Αἰσχύλος ἐν τοῖς θεάτροις εἰσιών· καὶ ἐν ταῖς ἀρχαῖς τῶν δραμάτων ἐτερατεύετο. καὶ Ἀριστοφάνης Βατράχοις· ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαις ἐτερατεύετο. | ] |
| alpha | 3641 | [ | Ἀποφώλιοι: ξένοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος. ἢ ἀπαίδευτοι. φωλεοὶ γὰρ τὰ παιδευτήρια, ὥς φασιν οἱ Ἴωνες. | ] |
| alpha | 3715 | [ | Ἀποίμωξόν με τοῦ τριωβόλου τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται. ἀντὶ τοῦ ἀπόλωλα. καὶ Αἰσχύλος ἐν Μυρμιδόσιν· Ἀντίλοχον ἀποίμωξόν με τοῦ τεθνηκότος τὸν ζῶντα μᾶλλον. | ] |
| alpha | 4499 | [ | Αὐτοκόμου· Ἀριστοφάνης Βατράχοις περὶ Αἰσχύλου· φρίξας δ’ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίτην. ὡς εἶπεν, ὀργισθεὶς ὥσπερ σῦς. πᾶν τὸ ἐπισκύνιον κάτω ἕλκεται. | ] |
| alpha | 4516 | [ | Αὐτόπρεμνον: δύσκολον, πρόρριζον, αὐτόρριζον, ἢ μέγα. Ἀριστοφάνης περὶ Αἰσχύλου· αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα. συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. | ] |
| alphaiota | 44 | [ | Αἰγίζειν· διασπᾶν. ἐκ μεταφορᾶς· παρ’ ὃ καὶ τὸ αἰγίζεσθαι ἀπὸ τῶν καταιγίδων. Αἰσχύλος. ὁ δ’ αὐτὸς ἐν Ἡδονῇ καὶ τὰς νεβρίδας οὕτω καλεῖ. | ] |
| alphaiota | 357 | [ | Αἰσχύλος, Ἀθηναῖος, τραγικός, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Ἀμενίου, Εὐφορίωνος καὶ Κυναιγείρου, τῶν εἰς Μαραθῶνα ἀριστευσάντων ἅμα αὐτῷ. ἔσχε δὲ καὶ υἱοὺς τραγικοὺς δύο, Εὐφορίωνα καὶ Εὐαίωνα. ἠγωνίζετο δὲ αὐτὸς ἐν τῇ θʹ Ὀλυμπιάδι ἐτῶν ὢν κεʹ. οὗτος πρῶτος εὗρε προσωπεῖα δεινὰ χρώμασι κεχρισμένα ἔχειν τοὺς τραγικοὺς καὶ ταῖς ἀρβύλαις τοῖς καλουμένοις ἐμβάταις κεχρῆσθαι. ἔγραψε δὲ καὶ ἐλεγεῖα καὶ τραγῳδίας ϟʹ· νίκας δὲ εἷλεν ηʹ καὶ κʹ, οἱ δὲ τρισκαίδεκά φασι. φυγὼν δὲ εἰς Σικελίαν διὰ τὸ πεσεῖν τὰ ἰκρία ἐπιδεικνυμένου αὐτοῦ, χελώνης ἐπιρριφείσης αὐτῷ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο ἐτῶν νηʹ γενόμενος. | ] |
| chi | 191 | [ | Χελώνη μυιῶν· ἐπὶ τῶν ἀφροντιστούντων τινός. καὶ Χελώνῃ· τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγόμενον. οὐκ οἶσθα, ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παρρησίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας. ὅτι χελώνης ἐπιρριφείσης Αἰσχύλῳ τῷ Ἀθηναίῳ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο, ἐτῶν νηʹ γενόμενος. | ] |
| delta | 984 | [ | Δι’ ἔχθρας γενήσομαι· ἀντὶ τοῦ ἐχθρὸς ἔσομαι. Ἀριστοφάνης· οὐ γὰρ δι’ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφόν, τῷ δὲ ἥδομαι. τὸν Αἰσχύλον σοφόν, ἥδομαι δὲ τῷ Εὐριπίδῃ. | ] |
| delta | 1070 | [ | Δίκαιος· κατὰ τὸν Αἰσχύλον οὐ δοκεῖν δίκαιος, ἀλλ’ εἶναι θέλων, βαθεῖαν τῷ ὄντι καὶ αὐτὸς αὔλακα διὰ φρενῶν καρπούμενος. ὅτι ἡ κωμῳδία τὸν δίκαιον οὐ πολιτικὸν οὐδ’ ἥμερον καλεῖ. | ] |
| delta | 1327 | [ | Δοκιμάσας· αἰτιατικῇ. κρίνας. καὶ Δοκιμασθείσαις, κριθείσαις, βεβαιωθείσαις. μαθὼν ὡς ταῖς ἤδη ὑπὸ Ζαχαρίου δοκιμασθείσαις σπονδαῖς οὐ στέργουσι Ῥωμαῖοι, ἐπαφίησι Τανχοσδρὼ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας. καὶ Αἰσχύλος φησίν, οὐ γὰρ δοκεῖν δίκαιος, ἀλλ’ εἶναι θέλω. | ] |
| epsilon | 150 | [ | Ἐγᾦδα· ἐγὼ γινώσκω. περὶ Αἰσχύλου· ἐγ ᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιόν. | ] |
| epsilon | 1368 | [ | Ἔνθ’ οὔτε μίμνειν ἀνέμους, οὔτ’ ἐκπλεῖν ἐᾷ· ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων τοῦτο λέγεται. φησὶ δὲ αὐτὸ παρ’ Αἰσχύλῳ ὁ Φιλοκτήτης. | ] |
| epsilon | 2978 | [ | Ἐριβρεμέτας· ὁ μεγάλους κτύπους ἀποτελῶν. τὸν Αἰσχύλον λέγει Ἀριστοφάνης ἐν Βατράχοις, πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες· οἷά ἐστι κἀκεῖνα ἐν ἀρχῇ τοῦ Προμηθέως· χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς, ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι, ἀδαμαντίνων δεσμῶν ἀρρήκτοις πέδαις. καὶ αὖθις· ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως. | ] |
| epsilon | 3127 | [ | Ἔσεισέ μου τὴν καρδίαν· ἀντὶ τοῦ ἐλύπησεν. ὁ δὲ ἔσεισέ μου τὴν καρδίαν, ὅτι τὰ τοῦ Αἰσχύλου προσδοκῶν ποιήματα, εἰσήχθη τὰ τοῦ Θεόγνιδος. | ] |
| epsilon | 3394 | [ | Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα διαφανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου [+], Σοφοκλέους [+], Εὐριπίδου [+], ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια ληγόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά. | ] |
| epsilon | 3581 | [ | Εὐμενίδες· Αἰσχύλος Εὐμενίσιν, εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησίν, ὡς ἡ Ἀθηνᾶ ἐπράϋνε τὰς Ἐριννύας, ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας αὐτὰς ὠνόμασεν. εἰσὶ δὲ τρεῖς, Ἀληκτώ, Μέγαρα, Τισιφόνη. | ] |
| epsilon | 3800 | [ | Εὐφορίων, υἱὸς Αἰσχύλου τοῦ τραγικοῦ, Ἀθηναῖος, τραγικὸς καὶ αὐτός· ὃς καὶ τοῖς Αἰσχύλου τοῦ πατρός, οἷς μήπω ἦν ἐπιδειξάμενος, τετράκις ἐνίκησεν. ἔγραψε δὲ καὶ οἰκεῖα. | ] |
| epsilon | 3850 | [ | Ἔφεδρος· ταυλιστὴς τρίτος, καὶ ἐνεδρεύων. Ἀριστοφάνης Βατράχοις· νυνὶ δ’ ἔμελλε Κλειδημίδης ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθαι. Ἔφεδρός ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἔφεδρον δὲ λέγει ὁ Σοφοκλῆς τὸν Αἴαντα, ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστι μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός. τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. λέγει γάρ, καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος. | ] |
| epsiloniota | 64 | [ | Εἰκάσμεθα· παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ ἐσκώμμεθα. ταυτὶ γὰρ εἰκάσμεθα κατὰ τὸν Αἰσχύλον. | ] |
| eta | 104 | [ | Ἠδωνίς, Ἠδωνίδος. χώρα οὕτω λεγομένη. καὶ Ἠδωνοί, ὄνομα ἔθνους. Αἰσχύλος. ὁ δ’ αὐτὸς ἐν Ἠδωνῇ καὶ τὰς νεβρίδας οὕτως καλεῖ. καὶ ζήτει ἐν τῷ αἰγίζειν. | ] |
| gamma | 375 | [ | Γομφοπαγῆ ῥήματα: ἀντὶ τοῦ ἀκριβέστατα, πολυσύνθετα. περὶ Αἰσχύλου Ἀριστοφάνης. | ] |
| kappa | 191 | [ | Κάλαϊς· ὄνομα κύριον. καὶ Καλάϊνον χρῶμα. Αἰσχύλος· ἐν ποικίλοις χρώμασιν. | ] |
| kappa | 207 | [ | Κάλλη· τὰ πορφυρᾶ ἱμάτια. καὶ κέραμος καλάϊνος. Αἰσχύλος· ἐν ποικίλοις κάλλεσιν. | ] |
| kappa | 337 | [ | Κάπηλος· ἓν ἀνθ’ ἑνός τινες οἴονται εἶναι· οἷον ἐκ τοῦ παρὰ Σοφοκλεῖ. πολὺς δὲ πηλὸς ἐκ πίθων τυρβάζεται. ὁ μὲν οὖν Σοφοκλῆς εὐεπίφορος ἐς τὸν πηλόν. ὁ μέντοι οἶνος οὐκ ἔστι πηλός. πόθεν δὲ ἐν τῷ καπήλῳ ὁ οἶνος ἐγγίνεται; καὶ γὰρ ἕτερόν ἐστιν οἰνοπώλης καὶ ἕτερον κάπηλος. καθόλου γὰρ τοὺς πωλοῦντάς τι καπήλους ἔλεγον. ἔστι δὲ καὶ παρὰ Σώφρονι ἐν ταῖς Ἀκεστρίαις. ὁ δὲ Αἰσχύλος τὰ δόλια πάντα καπηλεῖα καλεῖ· κάπηλα προφέρων τεχνήματα. | ] |
| kappa | 1465 | [ | Κεχήνη· ἡ συναίρεσις τοῦ κεχήνη Ἀττική. τὸ γὰρ ε καὶ α εἰς η συναιροῦσι, καὶ ἐστὶ συναλοιφὴ ἀπὸ τοῦ κεχήνεα. οἱ δὲ σφόδρα προσέχοντές τινι κεχήνασι. δύναται δὲ εἶναι κατὰ μεταφορὰν τῶν ὀρνίθων τῶν ἔτι νεοττῶν, τὴν τροφὴν προσδεχομένων καὶ κεχηνότων. οἷον οὖν τροφή μοι ἦν τὸ ἀκοῦσαί τι τῶν Αἰσχύλου. | ] |
| kappa | 2390 | [ | Κρημνοί· ἐξέχοντες τόποι. καὶ Κρημνοποιόν φησιν Ἀριστοφάνης τὸν Αἰσχύλον, ὡς μεγάλας λέξεις ποιοῦντα. | ] |
| kappa | 2603 | [ | Κυδάζεται· λοιδορεῖ, ὑβρίζεται ὑπὸ πάντων. Ἐπίχαρμος ἐν Ἀμύκῳ· Ἄμυκε, μὴ κύδαζέ μοι τὸν πρεσβύτατον ἀδελφόν. καὶ Αἰσχύλος ἐν Ἰφιγενείᾳ· οὔτοι γυναιξὶ κυδάζεσθαι. ἀρσενικῶς δὲ ὁ κύδος περὶ τῆς ὕβρεως. κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. | ] |
| kappa | 2695 | [ | Κυναίγειρος, Ἀθηναῖος, Εὐφορίωνος, Αἰσχύλου δὲ ἀδελφός, τῆς στρατηγίδος ἐπελάβετο νηὸς τῶν Περσῶν ἤδη φευγούσης καὶ τὴν δεξιὰν ἀποκοπεὶς ἐπέβαλε τὴν ἀριστεράν, ἧς καὶ αὐτῆς ἀποκοπείσης ἐτελεύτα πεσών. | ] |
| lambda | 274 | [ | Λεωργός· Αἰσχύλος· πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι. περὶ Προμηθέως. τουτέστιν ὁ πάντολμος, ὁ ὑπὲρ τοῦ λεῶ ἀποθνήσκων. | ] |
| lambda | 441 | [ | Λῆμα· ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδος. τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει. καὶ Ἀριστοφάνης Νεφέλαις· λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον. τουτέστι τολμηρόν. καὶ αὖθις· λῆμα θούριον. τουτέστι φρόνημα πολεμικόν. καὶ αὖθις· ἕτερον αὖ τι λῆμα τοῦτο κομψότερον ἔτ’ , ἢ τὸ πρότερον ἀναπέφηνε. καὶ αὖθις· παρέξομ’ αὐτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτος· ἡ δὲ Ἀρτεμισία ὑπὸ λήματος καὶ ἀνδρηΐης ἐστρατεύετο, οὐδεμιῆς ἐούσης ἀναγκαίης. περὶ δὲ Εὐριπίδου καὶ Αἰσχύλου· λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ’ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι, τὸν μὲν Εὐριπίδην ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον· Αἰσχύλον τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοις ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφόμενον λῆμμα, αἱ προτάσεις παρὰ Ἀριστοτέλει, τουτέστιν ἡ ἐρώτησις. ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστίν, ἐξ ἧς ὁ συλλογισμός· ἣν καὶ λῆμμα λέγουσι. καὶ μονολήμματος πρότασις· οἷον, ἀναπνεῖς· ζῇς ἄρα. πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά εἰσι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ. παρεῖται γὰρ τό, τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως. | ] |
| mu | 820 | [ | Μέτοικοι· μέρος ἐστὶ τῶν πολιτῶν οἱ μέτοικοι εὐτελές, ὡς τὰ ἄχυρα τῶν κριθῶν. Ἀριστοφάνης· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. Μέτοικοι δὲ οἱ ἀφ’ ἑτέρας πόλεως μεταστάντες καὶ εἰς ἑτέραν οἰκοῦντες. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, ᾤου δυνατὸς εἶναι λέγειν. παρὰ Σοφοκλεῖ δὲ μέτοικος ἀντὶ τοῦ ἔνοικος· εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις εἶναι. ἀντὶ τοῦ ἔνοικος. οὐ γὰρ αὐτὸ τοῦτο τὸ ἔνοικος, ὡς ἡμεῖς φαμεν, εἴρηται. μετοίκους δὲ καλοῦμεν τοὺς ἀπὸ ἑτέρας χώρας οἰκοῦντας, πρὸς δὲ τοὺς μετοικισθέντας ποθέν. τοῦτο δὲ σημαίνει ἔνοικον. Αἰσχύλος τοὺς οἰωνοὺς τῶν ὑψηλῶν τόπων, ἀντὶ τοῦ ἐνοίκους. καὶ αὖθις· Ζωβίαν ὑποδεξαμένην Ἀριστογείτονα φυγόντα καὶ ἀξιοῦσαν εὖ παθεῖν, ὅτε ἴσχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακε. καὶ αὖθις· τοῦτον δὲ ἐπίπρασκον, τὸ μετοίκιον ἀτονοῦντα θεῖναι. | ] |
| mu | 1235 | [ | Μόνος θεῶν θάνατος οὐ δώρων ἐρᾷ· Αἰσχύλος φησί. | ] |
| mu | 1301 | [ | Μουσόμαντις· κομπώδης. τοιοῦτοι γὰρ οἱ μάντεις καὶ οἱ ποιηταί· παρὰ τὸ ἐξ Ἠδωνῶν Αἰσχύλος· τίς ποτ’ ἔσται ὁ μουσόμαντις ἄλαλος, Ἀβρατεύς. | ] |
| mu | 1438 | [ | Μυρρίνη· εἶδος φυτοῦ. καὶ Μυρρινῶν, ἀρχῆς ἐπιθυμῶν. μυρρίναις γὰρ στεφανοῦνται οἱ ἄρχοντες. τὸ δὲ δένδρον Μυρίκη. μυρρίνην λαβόντα, τῶν Αἰσχύλου λέξαι τι. οἱ γὰρ παῖδες ἐν τοῖς συμποσίοις κλῶνα δάφνης ἢ μυρρίνης λαβόντες ᾖδον. | ] |
| omicron | 130 | [ | Ὀκτώπουν· Κρατῖνος Θρᾴτταις· ὀκτώπουν ἀνεγείρεις. ἀντὶ τοῦ σκορπίον. παροιμία γάρ· σκορπίον ὀκτώπουν ἀνεγείρεις. ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρίαις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· ἐκ ποδῶν δ’ ἄνω ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα, κέντημα γλώσσης, σκορπίου βέλος λέγω. | ] |
| omicron | 511 | [ | Ὀργεῶνες· οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων δʹ· μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια. Σέλευκος δ’ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος [+] Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ· γενεᾷ Καβάρνους θῆκεν ἀβακλέας ὀργεῶνας. καὶ οἷον ὁ Αἰσχύλος ἐν Μυσοῖς, τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών, εὐχαῖς δὲ σώσοις δεσπότας παιωνίαις. περὶ δὲ τῶν ὀργεώνων γέγραφε καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν. | ] |
| omicron | 621 | [ | Ὄρον· σκεῦός τι γεωργικόν, ὡς Ἰσαῖος δηλοῖ. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ καὶ παρὰ Μενάνδρῳ ξύλον τι σημαίνει, ὃ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. | ] |
| omicron | 866 | [ | Οὐκ ἐκομπολάκουν· ἀντὶ τοῦ κενοὺς οὐκ ἐποίουν ψόφους. οὐκ ἔλεγον κομπώδη, ὡς Αἰσχύλος. οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ’ οὐκ ἐκομπολάκουν. Ἀριστοφάνης. | ] |
| omicron | 986 | [ | Οὐ χρή· οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Ἀριστοφάνης. Αἰσχύλος δὲ λέγει περὶ Ἀλκιβιάδου· μὴ ἀνατρέφειν φρόνημα· ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασεῦσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν μὴ καταδέξασθαι, ἢ καταδεξάμενον τροποφορεῖν. ὁ δὲ Διόνυσος πρὸς τάδε φησί· δυσκρίτως μέν γ’ ἔχω, σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς. σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπίδης. | ] |
| phi | 378 | [ | Φιλοκλῆς, Πολυπείθους, Ἀθηναῖος, τραγικός, τοῖς χρόνοις μετὰ Εὐριπίδην. ἐπεκαλεῖτο δὲ Χολὴ διὰ τὸ πικρόν. ἔγραψε τραγῳδίας ρʹ, ὧν ἐστι καὶ ταῦτα· Ἠριγόνη, Ναύπλιος, Οἰδίπους, Οἰνεύς, Πρίαμος, Πηνελόπη, Φιλοκτήτης. Αἰσχύλου δὲ τοῦ τραγικοῦ ἦν ἀδελφιδοῦς καὶ ἔσχεν υἱὸν Μόρσιμον, τὸν τραγικόν· οὗτινος γίνεται Ἀστυδάμας ὁ τραγικός. τούτου δ’ ἕτερος Φιλοκλῆς, τραγικός. | ] |
| phi | 379 | [ | Φιλοκλῆς, κωμῳδίας ποιητής, αἰσχροπρόσωπος. ἦν δὲ προκέφαλος, ὡς ἔποψ, ἤγουν ὀξυκέφαλος· Αἰσχύλου ἀδελφῆς υἱός. οἱ δὲ Ἁλμίωνα αὐτόν φασιν ἐπιθετικῶς, διὰ τὸ πικρὸν εἶναι· ἅλμη γὰρ ἡ πικρία. εἴρηται οὖν ἐπὶ τῶν ὀξυκεφάλων. | ] |
| pi | 3 | [ | Πάγας· δίκτυα, παγίδας. καὶ τοῦτο δήπου τὸ τοῦ Αἰσχύλου, τοῖς ἑαυτοῦ πτεροῖς περιπεσὼν καὶ ἐνσχεθεὶς ταῖς πάγαις ἃς ἄλλοις ὑφῆκε, τὰ ἐκ τοῦ νόμου δικαίως ἔπαθε. τεύχων ὡς ἑτέρῳ τις, ἑῷ κακὸν ἥπατι τεύχει. | ] |
| pi | 14 | [ | Πάγκοινος λίμνη· ἡ τοῦ ᾅδου. ἀλλ’ οὔτοι τόν γ’ ἐξ ἀΐδα παγκοίνου λίμνας ἀνστάσεις, οὔτε γόοις οὔτε λιταῖσιν. παγκοίνου, εἰς ἣν ἅπαντας ἀφικέσθαι δεῖ. ὁ δὲ νοῦς· οὔτε ὀδυρομένη οὔτε παρακαλοῦσα τοὺς θεοὺς τοῦτον ἀναστήσεις. Ὁμηρικῶς· οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο. καὶ Αἰσχύλος· μόνος θεῶν γε θάνατος οὐ δώρων ἐρᾷ. οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος. | ] |
| pi | 1721 | [ | Πλέκος· τὸ πλέγμα. τὸ πεπλεγμένον σπυρίδιον. ὡς ἀπὸ τοῦ βλέπω βλέπος, οὐδετέρως, καὶ ἀπὸ τοῦ ῥέω ῥέος. Αἰσχύλος· ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. οὕτως καὶ πλέκος. Ἀριστοφάνης· ἀπέπτυστ’ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος. καὶ αὖθις· τί δ’, ὦ τάλας γε, τοῦδ’ ἔχῃ πλέκους χρέος; | ] |
| pi | 1799 | [ | Πλούτων· ὁ ᾅδης. Ἀριστοφάνης· ὁ Πλούτων δίδωσι σχοινίον Αἰσχύλῳ ἐπανιόντι· δὸς τοῦτο Κλεοφῶντι φέρων καὶ τοῦτο τοῖσι πορισταῖς. σύμβολον θανάτου. ἴσως σχοινίον πρὸς ἀγχόνην ἤ τι τοιοῦτον. | ] |
| pi | 2219 | [ | Πραόνως· Ἀριστοφάνης· σὺ δὲ μὴ πρὸς ὀργήν, Αἰσχύλε, ἀλλὰ πραόνως ἔλεγχ’ , ἐλέγχου. λοιδορεῖσθαι δ’ οὐ πρέπει ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας. | ] |
| pi | 2230 | [ | Πρατίνας, Πυρρωνίδου ἢ Ἐγκωμίου, Φλιάσιος, ποιητὴς τραγῳδίας· ἀντηγωνίζετο δὲ Αἰσχύλῳ τε καὶ Χοιρίλῳ ἐπὶ τῆς οʹ Ὀλυμπιάδος, καὶ πρῶτος ἔγραψε Σατύρους. ἐπιδεικνυμένου δὲ τούτου συνέβη τὰ ἰκρία, ἐφ’ ὧν ἑστήκεσαν οἱ θεαταί, πεσεῖν, καὶ ἐκ τούτου θέατρον ᾠκοδομήθη Ἀθηναίοις. καὶ δράματα μὲν ἐπεδείξατο νʹ, ὧν Σατυρικὰ λβʹ· ἐνίκησε δὲ ἅπαξ. | ] |
| pi | 3194 | [ | Πυραύστου μόρον· πτηνόν ἐστι ζωΰφιον, ὃ προσιπτάμενον τοῖς λύχνοις καίεται. καὶ Αἰσχύλος· δέδοικα μόρον κάρτα πυραύστου. μόρον δὲ εἴρηται ἐπὶ τῶν ὀλιγοχρονίων. | ] |
| pi | 3203 | [ | Πυργοφόρος· ἡ Ῥέα. ἐν Ἐπιγράμμασι· Ῥείης πυργοφόρου δείκελον εἰσορόων. ἐν Ἐπιγράμμασι· ὁ τραγικὸν φρόνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, Αἰσχύλος. | ] |
| psi | 127 | [ | Ψόφου πλέως· ἀντὶ τοῦ ταραχώδης. περὶ Αἰσχύλου φησί· τὰ γὰρ ῥήματα Αἰσχύλου φαντασίαν μὲν ἔχει, βασανιζόμενα δὲ οὐδεμίαν ἔχει πραγματείαν. ταῦτ’ οὖν λέγει ἀξύστατον, οἷον ἀδιάθετον, ἀπιθάνως συντεθέντα, κομπώδη. κρημνοποιὸν δὲ μεγάλας λέξεις ποιοῦντα. καί, ψοφεῖ λάλον τι καὶ πυρορραγές. πυρορραγῆ κεράμια καλεῖται, ὅσα ἐν τῷ πυρὶ ῥήγνυται ἐν τῷ ὀπτεῖσθαι. | ] |
| rho | 251 | [ | Ῥωμύλος, Τερτύλος, αἱμύλος, Αἰσχύλος, προπαροξυτόνως. καὶ ζήτει περὶ τούτων ἐν τῷ Βρουμάλια. | ] |
| sigma | 135 | [ | Σαρκασμοπιτυοκάμπται· Ἀριστοφάνης φησί, ἀντὶ τοῦ μεγάλοι. ὡς ἁρπάζοντας καὶ προσποιουμένους τὰ πολεμικά, οὐκ ἀληθῶς δὲ τοιούτους, ἰσχύος δὲ ἐπιμελομένους. διὸ καὶ τὸν Μεγαίνετον Μάνην εἶπεν, οὐ πάντως βάρβαρον, ἀλλ’ ἀναίσθητον. ἐπιτηδὲς δὲ ἐχρήσατο τοῖς συνθέτοις, διὰ τὸ Αἰσχύλου ἦθος. | ] |
| sigma | 713 | [ | Σκύμνος· σκύλαξ λέοντος. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν. μάλιστα μὲν λέοντα μὴ’ ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Αἰσχύλος λέγει περὶ Ἀλκιβιάδου, μὴ ἀνατρέφειν φρόνημα, ἐὰν δὲ ἀνατραφῇ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασσεῦσαι. καὶ ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέξασθαι· ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν, μὴ καταδέξασθαι ἢ καταδεξάμενον τροποφορεῖν. καὶ ὁ μὲν Αἰσχύλος σοφῶς εἶπεν, ὁ δὲ Εὐριπίδης σαφῶς. | ] |
| sigma | 982 | [ | Σταθερόν· ὀξύ, ἰσχυρόν, θερμόν, στάσιμον, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. Πλάτων ἐν Φαίδρῳ· μήπως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ. οὐχ ὁρᾷς, ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά; δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον, ὅταν μᾶλλον ἐκκαῇ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δ’ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας, καὶ μηδ’ ἐφ’ ἕτερον κλίνειν. καὶ Κρατῖνος δ’ ἐν Σερίφοις ἐπὶ τοῦ ὀξέος ἢ ἰσχυροῦ· οὕτω σταθερὸς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. Ἀντίμαχος· θέρεος σταθεροῖο. τινὲς καὶ ἐπὶ τοῦ στασίμου, ὡς Αἰσχύλος ἐν Ψυχαγωγοῖς· σταθεροῦ χεύματος. καὶ Ἀριστοφάνης ἐν Προαγῶνι· σταθερὰ δὲ κάλυξ νεαρᾶς ἥβης. σημαίνει καὶ τὸ μόνιμον. Ἰώσηπος· καὶ σταθερὰν τὴν ἡλικίαν μετ’ ἐμπειρίας ὁρῶν προβάλλεται στρατηγόν. καὶ Εὐνάπιος· ὁ δὲ πόλεμος τῇ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατηνέχθη ἐπὶ τὸ σταθερόν τε καὶ ἀσφαλέστερον. τουτέστιν ἰσχυρόν, βέβαιον. ὅτι Σταθερὸς ἀπὸ τοῦ σταθῆναι, ἀπὸ δὲ τούτου σταθερός, καὶ σαθρὸς κατὰ ἀντίφρασιν. ἢ ἀπὸ τοῦ σείεσθαι ῥᾳδίως· ἢ ἀπὸ τοῦ σείεσθαι τὰ ἄρθρα. | ] |
| sigma | 1140 | [ | Στόμφακα· τραχύν. ἢ κομπαστήν. καὶ στομφάσαι τὸ ἀλαζονεύεσθαι. σύνθετος ἡ λέξις ἀπὸ τοῦ στόματος καὶ τοῦ ὄμφακος, ἵνα ᾖ λέγων, ὄμφακας ἔχων ἐν τῷ στόματι τοὺς μύθους. λέγει δὲ περὶ Αἰσχύλου τοῦ ποιητοῦ. | ] |
| sigma | 1470 | [ | Συνέβαινεν· οὐκ ἤρεσκον ὡς φαύλων περὶ τὰς ἀποκρίσεις ὄντων. Ἀριστοφάνης Βατράχοις· οὐ γὰρ Ἀθηναίοισι συνέβαινεν Αἰσχύλος. ἀντὶ τοῦ οὐκ ἐστοίχησεν. | ] |
| tau | 157 | [ | Ταυρηδόν· ὡς ταῦρος. Ἀριστοφάνης περὶ Αἰσχύλου· ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. τοιοῦτος γὰρ τῷ σχήματι ὀργιζόμενος ὁ Αἰσχύλος. | ] |
| tau | 183 | [ | Ταυτὶ μὲν εἰκάσμεσθα κατὰ τὸν Αἰσχύλον, τὰ δ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς· ὁ γὰρ Αἰσχύλος Λιβυστικὴν αὐτὴν καλεῖ παροιμίαν. ὁ δέ ἐστι μύθων τῶν Λιβυστικῶν λόγος, πληγέντα ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν εἰπεῖν ἰδόντα μηχανὴν πτερώματος· τάδ’ οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα. καὶ ἡμεῖς οὖν, φησίν, οὐχ ὑπ’ ἄλλων πάσχομεν ταῦτα, ἀλλὰ τῇ αὑτῶν γνώμῃ. τοῖς αὑτῶν πτεροῖς, ἀντὶ τοῦ ἑαυτοῖς ταῦτα πεποιήκαμεν. | ] |
| tau | 969 | [ | Τριέμβολον· πολλάκις ἐμβάλλεσθαι δυνάμενον. Ἀριστοφάνης· ὥστε θαυμάζειν, ὅπως οὕτω γέρων ὢν στύομαι τριέμβολον. ἔστι δὲ καὶ πλοίου τις κατασκευή. καὶ γὰρ δεκέμβολον τὴν τοῦ Νέστορος ναῦν, ἐν Μυρμιδόσι. τριέμβολον οὖν ἐπίφθεγμα τάχους. | ] |
| tau | 1006 | [ | Τρὶς ἓξ ἢ τρεῖς κύβοι· οἱ μὲν τρὶς ἓξ νίκην, οἱ δὲ τρεῖς κύβοι κενοί. καὶ τὸ παρ’ Εὐριπίδῃ τοιοῦτον· βέβληκ’ Ἀχίλλευς δύο κύβω καὶ τέτταρα. τριῶν γε ὄντων τῶν ἀναρριπτουμένων βόλων, δύο μὲν κενοὺς αὐτόν φησι βάλλειν, ἕνα δὲ τὸν τέταρτον. διττὸς οὖν ὁ κύβος, εἴτε ἀναρριπτούμενος εἴτε κενὸς εἴτε πλήρης εἴη· καὶ ἰδίως ὁ κενός. ὅτι δὲ ὁ τρὶς ἓξ βαλὼν κατώρθου, καὶ Αἰσχύλος ἐν Ἀγαμέμνονι παρίστησι· τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι, τρὶς ἓξ βαλοῦσα τῆς ἐμῆς φρυκτωρίας. | ] |
| theta | 45 | [ | Θανατῶν· θανάτου ἐπιθυμῶν. Οὐεσπασιανὸς ἐκέλευε μὴ συμπλέκεσθαι θανατῶσιν ἀνθρώποις· οὐδὲν γὰρ ἀλκιμώτερον ἀπογνώσεως. Αἰσχύλος· μόνος θεῶν γὰρ θάνατος οὐ δώρων ἐρᾷ. λέγεται δὲ θανατῶν· αἰτιατικῇ· καὶ ὁ ἀποκτένων. καὶ θανατῶσιν ἀνθρώποις. | ] |
| theta | 250 | [ | Θερμός· θρασύς. καὶ Θερμουργός, ὁ προπετής. οἱ δὲ Πέρσαι κατωρρώδησαν πυθόμενοι νέον αὐτὸν εἶναι καὶ θερμουργόν. παῦσ ', Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: