Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Paris (Paris) - urn:cts:greekLit:lagl0785

Occupation (Wikidata Statement)

herder (Wikidata)

Works

urn:cts:greekLit:lagl0785.suda001

pi 356[ Παρακεκινδυνευμένον· ἀντὶ τοῦ ὑψηλόν, ἢ βλάσφημον. Ἀριστοφάνης· γόνιμον δὲ ποιητὴν οὐκ ἂν εὕροις ἔτι. τουτέστι φυσικόν τινα καὶ οὐ βεβιασμένον, ἢ γεννητικόν. ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, αἰθέρα, Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ’ ἱερῶν, γλῶτταν δ’ ἐπιορκήσασαν ἄνευ τῆς φρενός. Εὐριπίδης· ὄμνυμι δ’ ἱερὸν αἰθέρ’ οἴκησιν Διός. Ἀλεξάνδρου [+] δέ· καὶ χρόνου πρόβαινε πούς. καὶ ἐξ Ἱππολύτου Εὐριπίδου· ἡ γλῶσσ’ ὀμώμοχ’ , ἡ δὲ φρὴν ἀνώμοτος. ]
pi 652[ Πάριον· ὄνομα ἀγροῦ, ἀπὸ Πάριδος τοῦ καὶ Ἀλεξάνδρου κληθέν· ἐκεῖσε γὰρ ἔπεμψεν αὐτὸν Πρίαμος ὁ πατὴρ τρέφεσθαι· τοπρὶν δὲ ἐκαλεῖτο Ἄμανδρος ὁ τόπος. ἐκεῖ τε διατρίψας Ἀλέξανδρος τοὺς λʹ ἐνιαυτοὺς φύσεώς τε δεξιᾶς τετυχηκὼς πᾶσαν ἐπαιδεύθη σοφίαν Ἑλληνικήν. ἐξέθετο δὲ καὶ λόγον εἰς ἐγκώμιον τῆς Ἀφροδίτης, λέγων μείζονα αὐτὴν εἶναι τῆς Ἀθηνᾶς καὶ τῆς Ἥρας· τὴν γὰρ Ἀφροδίτην τὴν ἐπιθυμίαν εἶπεν, ἐξ ἧς τίκτεται παντὰ τὰ κακὰ ἀνθρώποις. ἐντεῦθεν φέρεται μῦθος, ὅτι ὁ Πάρις ἔκρινε μεταξὺ Παλλάδος καὶ Ἥρας καὶ Ἀφροδίτης καὶ τῇ Ἀφροδίτῃ δέδωκε τὸ μῆλον, ὅ ἐστι τὴν νίκην. εἶπε δὲ καὶ ὕμνον εἰς αὐτήν, τὸν λεγόμενον Κεστόν. ταύτην γράφουσι τὴν αἰτίαν γενέσθαι τοῦ πολέμου. συντελεσθέντων τῶν λʹ ἐνιαυτῶν, μεταστειλάμενος τοῦτον ὁ πατὴρ ἔπεμψεν εἰς θυσίας. ὃς ἐλθὼν ἐν Σπάρτῃ καὶ εὑρὼν τὴν Ἑλένην ἥρπασεν αὐτήν. ]
sigma 1671[ Σύρφαξ· συρφετώδης, ὀχλώδης. ἐξῆρε δὲ αὐτὸν πλείω πρὸς τοιαύτην μαίνεσθαι δόξαν, τὸ ὑπὸ δήμου σύρφακος ἐν εὐφημίαις ἀνακαλεῖσθαι Πύρρον· ὃς εἰ μὲν οὕτως ἐβόα διὰ τὸ ἐρυθροπρόσωπον εἶναι, ἔλεγεν εἰκότα, εἰ δ’ ὡς πρὸς ἔπαινον ἀνδρείας, ἔθελγεν ὡς νέον. οὐ γὰρ ἥρωας ἔβαλλεν, ὡς Πύρρος ὁ Ἀχιλλέως, ἀλλὰ γυναικομανὴς ἦν, ὡς Πάρις. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License