Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Mauricius Imperator (Maurice) - urn:cts:greekLit:lagl0712

Place of birth (Wikidata Statement)

Arabissus (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Harbor of Eutropius (Wikidata)

Occupations (Wikidata Statement)

military leader (Wikidata)

politician (Wikidata)

emperor (Wikidata)

mu 294[ Μαυρίκιος, ὁ βασιλεὺς Ῥωμαίων. ὅτι λέγεται περὶ Μαυρικίου φιλοτίμως ἔχειν περὶ τὴν τῶν λόγων μεγαλοπρέπειαν τιμᾶν τε λίαν λαμπρῶς τοὺς ἐνηθληκότας περὶ τὰ κάλλιστα τῶν μαθημάτων. ἀναφέρεται δὲ καὶ τὴν τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπηκόοις τὸν Μαυρίκιον. οὗτος δὲ προχειρίζεται στρατηγὸς τῆς ἑῴας ὑπὸ Τιβερίου Καίσαρος. ὃς Μαυρίκιος ἐν πολέμοις μὲν καὶ ἀγῶσιν οὐκ ἐντεθραμμένος, ἔμφρων δὲ ἄλλως καὶ ἐμβριθὴς καὶ κατηκριβωμένος, ξυγκεράσας τε ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίως ἔχοντα ἀλλήλοις, ὄγκον φρονήματος καὶ πραότητα, πάσης ὑπεροψίας τε καὶ ὀφρύος ἐλεύθερα. τοιοῦτον δή τινα τὸν Μαυρίκιον ὄντα ἡ τῶν πραγμάτων ἡγεμονία παραλαβοῦσα ἀνέδειξέ πως εὐκλεέστερον τῇ πείρᾳ. ]
mu 591[ Μένανδρος, προτίκτωρ, ἱστορικός· ὃς λέγει περὶ ἑαυτοῦ· ἐμοὶ πατὴρ Εὐφρατᾶς ἐκ Βυζαντίου ὁρμώμενος ἦν· οὗτος δὴ οὖν ἥκιστα τῆς τῶν λόγων μετειλήχει παιδείας. Ἡρόδοτος μὲν οὖν ὁμόγνιος δέ μοι τῆς πρὸς τὸν νόμον ἀπογευσάμενος παιδείας εἶτα ἀφηνίασε τῆς περὶ ταῦτα σπουδῆς· ἀλλ’ ἔγωγε οὔτι χρῆναι ᾠόμην μὴ καὶ νόμοις ὁμιλῆσαι καὶ ἐς τέλος ἱκέσθαι τῶν πόνων· καὶ δὴ ἀφικόμην, ὥς μοι ὑπῆρχε δυνατόν. ἥκιστα δὲ ἐχρησάμην τῇ ἐπαγγελίᾳ τοῦ ἐπιτηδεύματος· οὐ γάρ μοι θυμῆρες ἦν ἀγωνίζεσθαι δίκας οὔτε μὴν ἐν τῇ βασιλείῳ στοᾷ θαμίζειν καὶ δεινότητι λόγων τὰς τῶν ἐντυγχανόντων οἰκειοῦσθαι φροντίδας. καὶ τὰ σπουδαῖα τοιγαροῦν παρεὶς καὶ τὰ χείριστα ἑλόμενος, κεχηνὼς περιενόστουν. καί μοι καταθύμιοι ἦσαν οἵ τε θόρυβοι τῶν χρωμάτων καὶ οἱ ἁμιλλητήριοι τῶν ἵππων ἀγῶνες, ἔτι γε μὴν καὶ ἡ παντόμιμος ὄρχησις. οὐ μὴν ἀλλὰ καὶ παλαίστραις ἐναπεδυόμην καὶ ἐς τοσοῦτον ἐξώκειλα ἀφροσύνης, ὡς καὶ τὸν φαινόλην ἀποδύσασθαι, συναποδύσασθαι δὲ αὐτῷ καὶ τὸ νουνεχές, καὶ ἄλλο ὅ τι ἐς βίου ἀγλάϊσμα. ἐπεὶ δὲ Μαυρίκιος τὸ βασίλειον διεδήσατο κράτος, τοῦτο μὲν προμηθέστατα ἔχων ἐς τοὺς ὑπηκόους, τοῦτο δὲ καὶ μουσῶν ἐραστὴς ποιημάτων τε καὶ ἱστορίας ἥδιστα ἐπαΐων, ὡς καὶ τὸ πολὺ τῆς νυκτὸς μέρος καταναλίσκειν περὶ τὰς τοιαύτας φροντίδας καὶ παρορμᾶν ἐντεῦθεν καὶ ὀξύνειν τοῖς χρήμασι τοὺς ἀμβλυτέρους τὸν λογισμόν, ἀγαπητῶς ἐν τῷ τότε ἔγωγε ἀλύων καὶ δυσανασχετῶν τῷ μὴ τὰ δέοντα ἔχειν, ἀναλογιζόμενος ἦν, ὡς οὐ χρεὼν ἀνόνητά με περινοστεῖν, ὥς τ’ ἂν οὖν μὴ διαπαντὸς κενεμβατοίην, ὡρμήθην ἐπὶ τήνδε τὴν συγγραφὴν ἄρξασθαι μετὰ τὴν ἀποβίωσιν Ἀγαθίου καὶ τῆς ἱστορίας ποιήσασθαι τὴν ἀρχήν. ]
omicron 22[ Ὄγκος· Πισίδης· εἰς τρεῖς γὰρ ὄγκους τὸν στρατὸν περισχίσας ὑφεῖλκε τοὺς σούς, τῷ δοκεῖν περιτρέχων. Μαυρίκιος δὲ ὁ βασιλεὺς συνεκέρασεν ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίως ἔχοντα ἀλλήλοις, ὄγκον φρονήματος καὶ πραότητα. καὶ αὖθις· ΚαρτερὸςΜακεδὼν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License