Alexandrian Pleiad) - urn:cts:greekLit:lagl0422| alpha | 1127 | [ | Ἀλέξανδρος Αἰτωλός· ἐκ πόλεως Πλευρῶνος, υἱὸς Σατύρου καὶ Στρατοκλείας, γραμματικός. οὗτος καὶ τραγῳδίας ἔγραψεν, ὡς καὶ τῶν ἑπτὰ τραγικῶν ἕνα κριθῆναι, οἵπερ ἐπεκλήθησαν ἡ Πλειάς. | ] |
| delta | 1169 | [ | Διονυσιάδης, Φυλαρχίδου, Μαλλώτης, τραγικός. ἦν δὲ οὗτος τῶν τῆς Πλειάδος, καὶ γέγραπται αὐτῷ μεταξὺ ἄλλων καὶ Χαρακτῆρες ἢ Φιλοκώμῳδοι, ἐν ᾧ τοὺς χαρακτῆρας ἀπαγγέλλει τῶν ποιητῶν. ὅτι Ἀπολλώνιον βραχέως τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. | ] |
| lambda | 827 | [ | Λυκόφρων, Χαλκιδεὺς ἀπὸ Εὐβοίας, υἱὸς Σωκλέους, θέσει δὲ Λύκου τοῦ Ῥηγίνου· γραμματικὸς καὶ ποιητὴς τραγῳδιῶν. ἔστι γοῦν εἷς τῶν ἑπτὰ οἵτινες Πλειὰς ὠνομάσθησαν. εἰσὶ δὲ αἱ τραγῳδίαι αὐτοῦ Αἰόλος, Ἀνδρομέδα, Ἀλήτης, Αἰολίδης, Ἐλεφήνωρ, Ἡρακλῆς, Ἱκέται, Ἱππόλυτος, Κασσανδρεῖς, Λάϊος, Μαραθώνιοι, Ναύπλιος, Οἰδίπους αʹ, βʹ, Ὀρφανός, Πενθεύς, Πελοπίδαι, Σύμμαχοι, Τηλέγονος, Χρύσιππος. διασκευὴ δ’ ἐστὶν ἐκ τούτων ὁ Ναύπλιος. ἔγραψε καὶ τὴν καλουμένην Ἀλεξάνδραν, τὸ σκοτεινὸν ποίημα. | ] |
| omicron | 253 | [ | Ὅμηρος· Ἀνδρομάχου καὶ Μυροῦς Βυζαντίας, γραμματικὸς καὶ τραγῳδιῶν ποιητής· διὸ συνηριθμήθη τοῖς ἑπτά, οἳ τὰ δευτερεῖα τῶν τραγικῶν ἔχουσι καὶ ἐκλήθησαν τῆς Πλειάδος. ἤκμαζεν ὀλυμπιάδι ρκδʹ. ἔγραψε δὲ τραγῳδίας μεʹ. | ] |
| sigma | 817 | [ | Σοφοκλῆς, Ἀθηναῖος, τραγικὸς καὶ λυρικός, ἀπόγονος τοῦ παλαιοῦ. γέγονε δὲ μετὰ τὴν Πλειάδα, ἤτοι μετὰ τοὺς ζʹ τραγικοὺς οἵτινες ὠνομάσθησαν καὶ Πλειάς. δράματα αὐτοῦ ιεʹ. | ] |
| sigma | 860 | [ | Σωσίθεος, Συρακούσιος ἢ Ἀθηναῖος, μᾶλλον δὲ Ἀλεξανδρεὺς τῆς Τρωϊκῆς Ἀλεξανδρείας· τῶν τῆς Πλειάδος εἷς, ἀνταγωνιστὴς Ὁμήρου τοῦ τραγικοῦ τοῦ υἱοῦ Μυροῦς τῆς Βυζαντίας· ἀκμάσας κατὰ τὴν ρξδʹ Ὀλυμπιάδα· γράψας δὲ καὶ ποιήματα καὶ καταλογάδην. | ] |
| sigma | 863 | [ | Σωσιφάνης, Σωσικλέους, Συρακούσιος, τραγικός. ἐδίδαξε δράματα ογʹ, ἐνίκησε δὲ ζʹ. ἔστι δὲ καὶ αὐτὸς ἐκ τῶν ζʹ τραγικῶν, οἵτινες ὠνομάσθησαν Πλειάς. ἐγένετο δὲ ἐπὶ τῶν τελευταίων χρόνων Φιλίππου, οἱ δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος. τελευτᾷ δὲ ριαʹ ὀλυμπιάδι, οἱ δὲ ριδʹ· οἱ δὲ ἀκμάσαι αὐτὸν γράφουσι. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: