Antimachus Psecas) - urn:cts:greekLit:lagl0348| alpha | 2683 | [ | Ἀντίμαχος, ὁ Ψεκάδος· οὗτος μελῶν ἦν ποιητής. Ψεκὰς δὲ ἐκλήθη, ἐπειδὴ προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπικὸς καλούμενος Ψεκὰς διὰ τοῦτο. ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος. καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορόν· καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. οἱ δὲ λέγουσιν, ὅτι ποιητὴς ὢν καλὸς, ὢν χορηγὸς, μικρολόγως τοῖς χορηγοῖς ἐχρήσατο. | ] |
| alpha | 2684 | [ | Ἀντιμάχου καταπυγοσύνης ἀναπλήσει: ἀντὶ τοῦ ἡ μαλακία. οὗτος εἰς θηλύτητα καὶ εὐμορφίαν κωμῳδεῖται. ἔστι δὲ καὶ ἕτερος ἐπὶ πονηρίᾳ κωμῳδούμενος. καὶ γʹ, ὁ Ψεκάδος λεγόμενος. καὶ δʹ, τραπεζείτης, οὗ μνημονεύει καὶ Εὔπολις ἐν Δήμοις. εʹ ἱστοριογράφος. | ] |
| tau | 424 | [ | Τευθίδες· σηπίαι. καὶ Τευθίς, ἰχθύδιον εὐτελές. καί φησιν Ἀριστοφάνης περὶ Ἀντιμάχου· Ἀντίμαχον τὸν Ψεκάδος, ὡς μὲν ἁπλῷ λόγῳ, κακῶς ἀπολέσειεν ὁ Ζεύς· ὅς γ’ ἐμὲ τὸν τλήμονα ἄδειπνον ἀπέλυσεν· ὃν ἔτ’ ἴδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κειμένη ὀκέλλει· κ ᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν. | ] |
| psi | 39 | [ | Ψεκάς· δρόσος. Ἀντίμαχος οὕτως ἐκαλεῖτο Ψεκάς. ἐπὶ τῶν πτυελωδῶν. οὗτος δὲ μελῶν ἦν ποιητής. οὕτω δὲ ἐκλήθη, διότι προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπικὸς οὕτω καλούμενος. ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος· καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορὸν καὶ πολλοὶ τῶν χορευόντων ἐπείνων. περὶ τούτου τοῦ Ἀντιμάχου φησὶν Ἀριστοφάνης· ὃν ἔτ’ ἐπίδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κειμένη ὀκέλλοι· κ ᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: