Septimius Severus) - urn:cts:latinLit:stoa0259cLeptis Magna (Wikidata) (Pleiades)
Eboracum (Wikidata) (Pleiades)
politician (Wikidata)
military personnel (Wikidata)
emperor (Wikidata)
| xi | 65 | [ | Ξηρόλοφος· ὅτι τὸν Ξηρόλοφον πρῴην Θέαμα τινὲς ἐκάλουν· ἐν αὐτῷ γὰρ κοχλίαι ιϛʹ καὶ Ἀρτέμιδος σύνθετος στήλη καὶ Σευήρου τοῦ κτίσαντος καὶ θεμάτιον τρίπουν. ἔνθα ἐθυσίασε πολλὰς θυσίας Σευῆρος· ἔνθα καὶ χρησμοὶ πολλοὶ τῷ τόπῳ γεγόνασι· καθ’ ὃν καιρὸν καὶ κόρη παρθένος ἐτύθη. καὶ θέσις ἦν ἀστρονομική, λϛʹ χρόνους διαρκέσασα. | ] |
| pi | 1207 | [ | Περινθίοις· τούτοις ἑαλωθὲν τὸ Βυζάντιον δῶρον ἐδόθη εἰς δουλείαν παρὰ Σεβήρου τοῦ Ῥωμαίων βασιλέως, ὥσπερ καὶ ἡ Ἀντιόχεια Λαοδικεῦσι. | ] |
| sigma | 181 | [ | Σεβῆρος· ὅτι Σεβῆρος, ὁ τῶν Ῥωμαίων βασιλεύς, ἔπεμψε τοὺς πολιορκήσοντας τὸ Βυζάντιον· ἦσαν γὰρ ἔτι ἐκεῖ οἱ στρατηγοὶ τοῦ Νίγρου καταφυγόντες· ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον, κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη· ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ὅτι ἀπείρητο στρατιώταις γυναιξὶ μίγνυσθαι. Σεβῆρος δὲ τοῦτο ἐπέτρεψε καὶ χρυσοῖς δακτυλίοις αὐτοὺς ἐφιλοτιμήσατο. ὅτι Σεβῆρος ἧκεν εἰς τὸ Βυζάντιον. ὡς δὲ εἶδε τοὺς πολίτας μετὰ ἐλαιοκλάδων εὐφημοῦντας καὶ δεομένους σωτηρίας καὶ ἀπολογίας προσφέροντας, ἐφείσατο μὲν τοῦ φονεύειν, Περινθίοις δὲ καὶ αὖθις ὑπέταξε καὶ παρέσχεν αὐτοῖς θεάτρου καὶ κυνηγίου στοὰς καὶ τὸ ἱπποδρόμιον ᾠκοδόμησεν, ἰκρίοις καὶ ἐμβόλοις διακοσμήσας, ἀγοράσας οἰκήματα καὶ κήπους ἀπό τινων ἀδελφῶν ὀρφανῶν καὶ τὰ περικείμενα τῷ ἱπποδρομίῳ διακόψας δένδρη εἰς τὸ νῦν ὁρώμενον διεκόσμησε σχῆμα, συζεύξας αὐτῷ καὶ λουτρὸν ἐν τῷ ἱερῷ τοῦ Διός, ὅπερ ἐκαλεῖτο Ζεύξιππον, ἀνενέωσε δὲ καὶ τὸ καλούμενον Στρατήγιον. ἀλλὰ τούτων μὲν ἁπάντων Σεβῆρος προκατήρξατο· ὁ δὲ τούτου υἱὸς Ἀντωνῖνος ἐτελεσιούργησεν. ὅτι Σεβῆρος ἐλθὼν ἐπὶ τὴν Ἀλεξάνδρειαν εὗρεν ἐπιγραφὴν ἐν τῇ πόρτῃ, τοῦ κυροῦ Νίγρου ἡ πόλις. καὶ ἀγανακτοῦντος αὐτοῦ πρὸς τοῦτο, ἀπήντησεν ὁ τῶν Ἀλεξανδρέων δῆμος, κράζων, οἴδαμεν, εἰρήκαμεν τοῦ κυροῦ Νίγρου ἡ πόλις· σὺ γὰρ εἶ ὁ κύριος τοῦ Νίγρου. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας συνεχώρησεν αὐτοῖς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: