Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Nicolaus (Nicolaus of Damascus) - urn:cts:greekLit:tlg0577

Place of birth (Wikidata Statement)

Damascus (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Rome (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

historian (Wikidata)

philosopher (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0577.suda001
urn:cts:greekLit:tlg0577.suda002
urn:cts:greekLit:tlg0577.suda003
urn:cts:greekLit:tlg0577.suda004

alpha 2705[ Ἀντίπατρος, Nικολάου τοῦ Δαμασκηνοῦ πατὴρ τοῦ ἱστορικοῦ, ὃς ἔσχε Στρατονίκην γυναῖκα, τὴν μητέρα Nικολάου, οἳ διαφανεῖς ἦσαν ἐν Δαμασκῷ κατά τε σωφροσύνην καὶ ἄλλην λαμπρότητα. πλούτῳ τε τὰρ πολλῷ διαφέροντες ἥκιστα ἐπ’ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίας τε οὐ τὰ δεύτερα φερόμενοι βραχὺ τοῦτο ἐλογίζοντο. ὁ δὲ δὴ Ἀντίπατρος καὶ λόγου δεινότητι προὔ χων ἔβλαψε μὲν οὐδ’ ὁντινοῦν, ὤνησε δὲ μυρία τούτῳ οὐ τῶν κοινῶν μόνων, ἀλλὰ καὶ τῶν ἀστῶν συχνούς. δικαιοσύνην γὰρ ἀσκῶν, εἴπερ τις ἕτερος, πλεῖστα μὲν διῄτησε νείκη τοῖς πολίταις πρὸς ἀλλήλους, πλεῖστα δὲ τῇ πατρίδι πρὸς τοὺς ἐν κύκλῳ δυνάστας· καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο. πλείστας δὲ ἐπιστεύθη πρεσβείας καὶ ἐπιτροπὰς ἀρχάς τε πάσας διεξῆλθε τὰς ἐγχωρίους· τελευτῶν τε τὸν βίον οὐκ ἔστιν ὅ τι οὐκ ἐπέσκηψε Νικολάῳ τῷ υἱεῖ καὶ Πτολεμαίῳ τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διῒ θυμιατήριον, ὅπερ ἔφθη αὐτὸς προϋπεσχημένος τῷ θεῷ, κατασκευάσαι, ἐπειδὰν τελευτήσῃ· δηλῶν οἶμαι ὅτι τὸ πρὸς θεοὺς ὅσιον δεῖ καὶ τελευτῶντας φυλάττειν καὶ μηδὲν ἔτι ἀπολαύσεσθαι τοῦ βίου μέλλοντας. ]
nu 393[ Νικόλαος, Δαμασκηνός, γνώριμος Ἡρώδου τοῦ τῶν Ἰουδαίων βασιλέως καὶ Αὐγούστου Καίσαρος, φιλόσοφος ΠεριπατητικὸςΠλατωνικός. ἔγραψεν Ἱστορίαν καθολικὴν ἐν βιβλίοις πʹ, καὶ τοῦ βίου Καίσαρος [+] ἀγωγήν. οὕτως δὲ ἠσπάσατο αὐτὸν ὁ Καῖσαρ, ὡς τοὺς ὑπ’ ἐκείνου πεμπομένους πλακοῦντας τῷ Καίσαρι, ἤγουν μελιττούτας, Νικολάους αὐτὸν καλεῖν. καὶ διαμένει τοῦτο ἄχρι τῆς σήμερον. ἔγραψε καὶ περὶ τοῦ ἰδίου βίου καὶ τῆς ἑαυτοῦ ἀγωγῆς. οὗτος ὁ Δαμασκηνὸς ἐν τῇ ἄλλῃ παιδείᾳ τεθραμμένος διὰ τὸ καὶ τὸν πατέρα αὐτοῦ περὶ ταῦτα μάλιστα σπουδάσαι, ἐπειδὴ ἀπ’ αὐτῆς αὐτῷ ὅ τε πλοῦτος καὶ ἡ δόξα ὑπεγένετο, ἔτι μᾶλλον ηὔξησε ταύτην ἔρωτά τινα ἀδιήγητον αὐτῆς σχών, ἄλλως τε καὶ φύσεως οὐ φαύλης λαβόμενος, ὥστε πρὶν γενειᾶν, εὐδόκιμος εἶναι ἐν τῇ πατρίδι καὶ τῶν ἡλίκων διαφέρειν· γραμματικῆς τε γὰρ οὐδενὸς χεῖρον ἐπεμεμέλητο καὶ δι’ αὐτὴν ποιητικῆς πάσης, αὐτός τε τραγῳδίας ἐποίει καὶ κωμῳδίας εὐδοκίμους· ἔτι μᾶλλον ὕστερον αὐξηθείς, ὥστε καὶ τὴν δύναμιν συναυξῆσαι ῥητορικῆς τε καὶ μουσικῆς καὶ τῆς περὶ τὰ μαθήματα θεωρίας καὶ φιλοσοφίας πάσης. ζηλωτὴς γὰρ Ἀριστοτέλους γενόμενος καὶ τὸ ποικίλον τῆς περὶ τὸν ἄνδρα παιδείας ἀγαπήσας χάριν εἰδέναι πᾶσιν ἔλεγεν ἀεὶ τοῖς μαθήμασι πολὺ μὲν ἔχουσι τὸ ἐλευθέριον, πολὺ δὲ τὸ χρήσιμον εἰς τὸν βίον, πάντων δὲ μάλιστα τὸ εὐδιάγωγον πρός τε νεότητα καὶ γῆρας. ἔλεγε δὲ καὶ τὰς Μούσας ἄρα διὰ τοῦτο πολλὰς ὑπὸ τῶν θεολόγων παραδεδόσθαι, ὅτι πολὺ τὸ ποικίλον ἔχει τὰ παιδεύματα καὶ πρὸς πᾶσαν βίου χρῆσιν οἰκεῖον· καὶ οὔτε τὴν ἐμπειρίαν αὐτῶν οὔτε τὴν ἀπόλειψιν ὁμοίως ὑπελάμβανεν εἶναι τῇ τῶν βαναύσων τεχνῶν, ἀλλὰ τοὐναντίον ἐπονείδιστον τοῖς μετρίως ζῶσι τήν τε τούτων ἄγνοιαν καὶ τὴν τῶν βαναύσων ἐπιστήμην. οὗτος μὲν οὖν οὐκ ἔστιν ὅτῳ τῶν παιδευμάτων πρὸς ἀργυρισμὸν ἐχρήσατο, οὐδὲ ἐκαπήλευσεν. ἔφη δὲ Νικόλαος ὁμοίαν εἶναι τὴν ὅλην παιδείαν ἀποδημίᾳ. ὡς γὰρ ἐν ταύτῃ προσσυμβαίνει τοῖς ἀποδημοῦσι καὶ μακρὰν ὁδὸν διεξιοῦσιν ὅπου μὲν ἐγκατάγεσθαί τε καὶ ἐναυλίζεσθαι μόνον, ὅπου δ’ ἐναριστᾶν, ὅπου δὲ πλείους ἐνδημεῖν ἡμέρας, ἐνίους δὲ τόπους ἐκ παρόδου θεωρεῖν, ἐπανελθόντας μέντοι ταῖς ἑαυτῶν ἐνοικεῖν ἑστίαις, οὕτω καὶ διὰ τῆς ὅλης παιδείας διερχομένους δεῖν ἐν οἷς μὲν ἐπιτηδεύμασιν ἐπὶ πλέον ἐνδιατρίβειν, ἐν οἷς δ’ ἐπ’ ἔλαττον· καὶ τὰ μὲν ὅλα, τὰ δὲ ἐκ μέρους, τὰ δὲ ἄχρι στοιχειώσεως παραλαμβάνειν καὶ τὸ ἐκείνων χρήσιμον κατασχόντας ἐπὶ τὴν ὡς ἀληθῶς πατρῴαν ἑστίαν ἐλθόντας φιλοσοφεῖν. ]
omega 91[ Ὠμή τις εἶναι· δέδοικα μὴ δόξῃς ὠμή τις εἶναι, δεινῶς οὕτω τιμωρουμένη. ΝικόλαοςΔαμασκηνός φησιν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License