| sigma | 62 | [ | Σαλούστιος· Δαμάσκιός φησι. οὗτος εἰς Ἀλεξάνδρειαν ἧκεν Ἀθήνηθεν σὺν Ἰσιδώρῳ τῷ φιλοσόφῳ. παράδοξος δὲ ὁ τρόπος Σαλουστίου πᾶσιν ἀνθρώποις, τὰ μὲν φιλοσοφοῦντος ἐπὶ τὸ καρτερώτερον, τὰ δὲ παίζοντος ἐπὶ τὸ γελοιότερον· ἑκάτερον, οἶμαι, πέρα τοῦ μετρίου. καὶ δεῖ κρίσεως, εἴπερ τινι ἄλλῳ, καὶ τῷδε τῷ βίῳ. καὶ δὴ Σαλούστιος τὰ μὲν πατρόθεν ὥρμητο ἀπὸ Συρίας, τὰ δὲ πρὸς μητρὸς Ἐμισηνὸς ἐγεγόνει. ὁ πατὴρ δὲ αὐτῷ Βασιλίδης ὠνομάζετο, Θεόκλεια δὲ ἡ μήτηρ. εὐφυὴς δὲ ἐπὶ πολλὰ γεγονὼς καὶ τὸ ἦθος αὐστηρὸς καὶ φιλότιμος τὰ μὲν πρῶτα ἀπέβλεπεν εἰς τὴν πολυάρατον δικανικὴν καὶ ἐπαιδεύετο λόγοις ῥητορικοῖς ὑπὸ Εὐνοΐῳ σοφιστῇ, τότε ὄντι κατὰ Ἔμισαν· ὕστερον δὲ οὐκέτι τῷ δικανικῷ, ἀλλ’ ἤδη τῷ σοφιστικῷ βίῳ προσεῖχε τὸν νοῦν καὶ ἐπὶ τούτῳ διεμελέτα τοὺς λόγους, οὐδὲν ἧττον τῆς φύσεως ἐπὶ τοῖς πόνοις θαυμαζόμενος· τοὺς μὲν γὰρ δημοσίους τοῦ Δημοσθένους λόγους ὁμοῦ πάντας ἐξέμαθεν. ἀλλὰ πρὸς τούτῳ καὶ λέγειν ἦν ἱκανός, οὐ τοὺς νεωτέρους ἐκμιμούμενος σοφιστάς, ἀλλὰ πρὸς τὸν ἀρχαῖον πίνον τῆς λογογραφίας ἁμιλλώμενος. ἀμέλει καὶ ἔγραψε λόγους, οὐ πολύ τι ἐκείνων ἐκλειπομένους. τὸν δὲ ἡμέτερον πολίτην Μάρκελλον, ἑταῖρον τοῦ Εὐνοΐου, καὶ τοῦτον ἐκμαθόντα μὲν ἀπεμνημόνευε τὰ ηʹ βιβλία τῆς Θουκυδίδου ἱστορίας, οὐ μήν τι καὶ λέγοντα ἄξιον ἀκοῆς· καὶ Νόννον δέ φασιν ἐκμαθόντα ἑξάκις ὅλον τὸν Δημοσθένην, μηδὲ διᾶραι τὸ στόμα δύνασθαι πρός γε λόγων ἐπιεικῶν σύνθεσιν· οὐ γάρ ἐστι ταὐτὸν ἐς πλῆθος ἀποστηθίζειν καὶ γράφειν ἐς κάλλος. ὁ δὲ Σαλούστιος ἁδρότερον ἤδη ἁπτόμενος τῆς τέχνης, ἐλάττω ἢ καθ’ ἑαυτὸν ὑπολαβὼν τὸν Εὐνόϊον, ἀπῆρεν εἰς Ἀλεξάνδρειαν καὶ ἀπεπειρᾶτο τῶν ῥητορικῶν διδασκαλιῶν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: