Paul of Samosata) - urn:cts:greekLit:lagl0418Samosata (Wikidata) (Pleiades)
patriarch (Wikidata)
presbyter (Wikidata)
| alpha | 3398 | [ | Ἀπολινάριος· οὗτος ἀνεφάνη μετὰ Παῦλον τὸν Σαμοσατέα, πρόεδρος Λαοδικείας τῆς Συρίας, ματαιοφροσύνης ἑτέρας ἡγησάμενος. τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ κυρίου σάρκα, αὐτὸς ἔφη, ὅτι σάρκα μὲν ἐμψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο. μηδὲ γὰρ δεηθῆναί φησι τὴν σάρκα ἐκείνην ἀνθρωπείου νοὸς, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτῇ ἄλλην δύναμιν παρὰ τὴν θείαν. ταῦτα ὑποθέμενος διατείνεται μίαν εἶναι φύσιν τοῦ λόγου καὶ τῆς σαρκὸς, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον, διὰ τοῦτο μὴ ἄξιον φύσιν ὀνομάζεσθαι. μεθ’ ὃν ἀναφαίνεται Θεόδωρος, ὁ Μοψουεστίας πρόεδρος τῆς Κιλικίας. ἐγένοντο δὲ Ἀπολινάριοι δύο, πατὴρ καὶ υἱός. ὁ μὲν πατὴρ Ἀλεξανδρεύς· γήμας δὲ εἰς Λαοδίκειαν τῆς Συρίας ἴσχει υἱὸν Ἀπολινάριον. ἄμφω δὲ συνήκμαζον Ἐπιφανίῳ τῷ σοφιστῇ, ὃν ἀκμάζοντα τότε ἠσπάζοντο. Θεόδοτος δὲ, ὁ τῆς Λαοδικείας ἐπίσκοπος, μηδενὶ τρόπῳ ἀποσπάσαι αὐτοὺς ἐξ αὐτοῦ δυνηθεὶς ἄμφω τῆς κοινωνίας ἐζημίωσεν. ὕβριν τε ἡγεῖται ὁ παῖς Ἀπολινάριος τὰ γενόμενα καὶ τῇ ἐννοίᾳ τοῦ σοφιστικοῦ θαρρῶν καινοτομεῖ καὶ αὐτὸς αἵρεσιν, νῦν ἐπιπολάζει, τὸ ὄνομα τοῦ εὑρόντος ἔχουσα. οἱ δέ φασι διενεχθῆναι αὐτοὺς πρὸς Γεώργιον, ἑώρων γὰρ αὐτὸν ἀλλόκοτα δογματίζοντα. οὗτος δὲ ὁ Ἀπολινάριος βαθμοὺς ἐπὶ τῆς θείας φύσεως δοξάζειν ἐτόλμησε καὶ μύθους τινὰς ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν. | ] |
| mu | 147 | [ | Μάνης· οὗτος ὁ τρισκατάρατος ἐπὶ Αὐρηλιανοῦ βασιλέως ἐφάνη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον φανταζόμενος· μαθητὰς ιβʹ ὡς ἂν ὁ Χριστὸς ἐπαγόμενος καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν ἐρανισάμενος ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. οὗτος ὁ καὶ Μάνης καὶ Σκυθιανὸς λεγόμενος Βραχμὰν ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βουδδᾶν τὸν πρῴην καλούμενον Τερέβινθον· ὃς παιδευθεὶς τὰ Ἑλλήνων τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις. εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος καὶ βιβλία δʹ τὸ μὲν ἐπωνόμασε τῶν Μυστρηρίων, τὸ δὲ τὸ Εὐαγγέλιον, τὸ δὲ τὸν Θησαυρόν, τὸ δὲ τῶν Κεφαλαίων. καὶ ὁ μὲν Βουδδᾶς οὗτος, ὁ καὶ Τερέβινθος, ὑπὸ πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ κατέλυσε, τὰ χρήματα αὐτοῦ καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ζʹ τοὔ νομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδδᾶ καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βουδδᾶ συνίστωρ γενόμενος τὰ βιβλία πονήματα ἴδια ἔλεγεν. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα, ὡς αἴτιον τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ γενόμενον. νοσοῦντος γὰρ καὶ θεραπείας πολλῆς παρὰ τῶν ἰατρῶν τυγχάνοντος, ὁ Κούβρικος ὑπέσχετο χωρὶς ἰατρῶν ἀναστῆσαι αὐτόν· καὶ ἀποστήσας τοὺς ἰατροὺς ἐθανάτωσεν αὐτόν. ὁ οὖν Μάνης οὗτος ἀποβαλόμενος τὴν παλαιὰν διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινος εἶναι θεοῦ βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι ἐτερατεύετο. καὶ καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς καὶ παρανόμους μίξεις καὶ ἀρρητοποιΐας καὶ εἱμαρμένην καὶ μετενσωματώσεις καὶ ἄλλα τινὰ Ἑλληνικὰ διδάσκων. περὶ οὗ καὶ Θεόδωρος ὁ τῆς Ῥαϊθοῦ πρεσβύτερός φησι· Μάνης, ὃς φαντασίᾳ τινὶ ψιλῇ καὶ σχήματι διακένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὡς πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράττειν, ἅπερ ἔδρα καὶ ἔπασχε καθ’ ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανεστράφθαι νενόμισται. διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται ἐπὶ τοῦ Χριστοῦ λέγειν, ἀλλὰ μίαν τῆς θεότητος. Παῦλος δέ τις σύγχρονος, ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης, ψιλὸν ἄνθρωπον τὸν κύριον ἔφη, ὡς ἕνα τῶν προφητῶν. Παῦλος, ὅθεν καὶ Παυλικιανοί. | ] |
| nu | 260 | [ | Νεστόριος· μετὰ Μάνεντα καὶ Παῦλον καὶ Ἀπολινάριον καὶ Θεόδωρον ἐφάνη Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας, τὸν θρόνον Κωνσταντινουπόλεως δραξάμενος· ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀποχρησάμενος Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως. καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον ἄσπονδον ἤρατο πόλεμον. τρίτος προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. μετὰ δὲ τοῦτον Εὐτύχης. οὗτος δὲ ὁ Νεστόριος φυσικῶς εὔλαλος ὢν πεπαιδεῦσθαι μὲν ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν καὶ τὰς τῶν παλαιῶν ἑρμηνεύων βίβλους ἀπηξίου μανθάνειν· τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: