Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Α Ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτῆι[ Ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτῆι: Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος φησὶν, ἀσαφῶς δ' αὐτοῦ ἔχοντος καὶ ἐλλιπῶς ἄλλοι ἄλλως ἐξηγοῦνται. ἐν δὲ τοῖς Ἀττικιανοῖς διττὴ ἦν γραφὴ, ἡ μὲν οὕτως ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησεν αὐτήν ἀντὶ τοῦ παραβᾶσα γὰρ τοῦτον τὸν νόμον διαχειροτονίαν περὶ αὐτῆς ἔδωκεν, εἰ χρὴ στεφανοῦν αὐτὴν, ἡ δ' ἄλλη ἀνελοῦσα γὰρ τὸν νόμον τοῦτον ἐχειροτόνησε λαβοῦσα ἐκεῖνον αὐτῇ. ]
Α Ἀργᾶς[ Ἀργᾶς: Αἰσχίνης περὶ τῆς ἀποδόσεως. πιθανώτερόν ἐστι λέγειν ὅτι Δωριεῖς, μάλιστα δ' Ἀργεῖοι, τὸν ὄφιν ἀργᾶν ἐκάλουν, ὡς Ἀχαιὸς ἐν Ἀδράστῳ. Τιμαχίδας δὲ Ῥόδιος οὐ κατὰ γλῶτταν καλεῖσθαι τὸν ὄφιν ἀργᾶν φησὶν, ἀλλὰ γένος τι εἶναι ὄφεως τοὺς ἀργᾶς· λέγεσθαι οὖν εἰκὸς τὸν Δημοσθένην, ἐπιτροπῆς τοῖς ἐπιτρόποις δίκας λαγχάνοντα, ὄφιν διὰ τὸ θηριῶδες. καὶ αὐτὸς τοὺς τοιούτους ὄφεσιν εἰκάζει ἐν τῷ κατ' Ἀριστογείτονος. ἐν μέντοι τοῖς Ἀττικιανοῖς ἐγέγραπτο ἅρπαξ. ἔνιοι δὲ τοῦ δράκοντος εἶναί φασι τὸ ἀργᾶν ἐπίθετον. ]
Ε Ἐκπολεμῶσαι[ Ἐκπολεμῶσαι: Δημοσθένης Φιλιππικοῖς ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι, ὡς καὶ παρὰ Θουκυδίδῃ πολλάκις. ἐν μέντοι τοῖς Ἀττικιανοῖς διὰ τοῦ η γράφεται, ὡς καὶ παρὰ Ξενοφῶντι ἐν ϛʹ Ἑλληνικῶν. ]
Θ Θύστιον[ Θύστιον: Αἰσχίνης κατὰ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Αἰτωλίας, καθά φησι Δίδυμος ἐπαγόμενος μαρτύριον ἐκ τῆς αʹ Νικάνδρου τῶν Αἰτωλικῶν. ἡμεῖς μέντοι ἐν τοῖς Ἀττικιανοῖς διὰ τοῦ τ Θύστιον εὕρομεν γεγραμμένον. ]
Ν Ναυκραρικά[ Ναυκραρικά: Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. μήποτε δὲ βέλτιον φέρεται ἐν τοῖς Ἀττικιανοῖς Ναυκρατιτικά, ἵν' ᾖ ἀπὸ Ναυκρατιτικοῦ πλοίου ἢ Ναυκρατιτῶν ἐμπλεόντων· ἡ γὰρ Ναύκρατις τὸ παλαιὸν ἐμπόριον ἦν τῆς Αἰγύπτου. ἐὰν δὲ ᾖ ναυκραρικὰ, εἴη ἂν τὰ τῶν ἀρχόντων· ναυκράρους γὰρ τὸ παλαιὸν τοὺς ἄρχοντας ἔλεγον, ὡς καὶ ἐν τῇ εʹ Ἡρόδοτος δηλοῖ. Ἀριστοτέλης δ' ἐν Ἀθηναίων πολιτείᾳ φησὶ κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. [ δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησαν. ] ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License