Α | Ἀθεώρητος | [ | Ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος παρ' Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας. | ] |
Α | Ἀναθέσθαι | [ | Ἀναθέσθαι: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ. | ] |
Α | Ἀνδρεία | [ | Ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία· Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. | ] |
Α | Αὐλιζόμενοι | [ | Αὐλιζόμενοι: ἀντὶ τοῦ κοιμώμενοι Ἀντιφῶν περὶ ὁμονοίας. | ] |
Β | Βαλβῖσιν | [ | Βαλβῖσιν: Ἀντιφῶν περὶ ὁμονοίας ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγγα γινομένη γραμμὴ διὰ τὸ ἐπὶ ταύτης βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται. | ] |
Δ | Διάθεσις | [ | Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους [+]. | ] |
Ε | Εὐηνιώτατα | [ | Εὐηνιώτατα: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης· ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θʹ τῶν Νόμων. | ] |
Μ | Μακροκέφαλοι | [ | Μακροκέφαλοι: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γʹ Γυναικῶν καταλόγῳ. Παλαίφατος δ' ἐν ζʹ Τρωϊκῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους. | ] |
Σ | Σκιάποδες | [ | Σκιάποδες: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν περίπλῳ Ἀσίας φησὶν ὑπὲρ δὲ τούτων Σκιάποδες, οἳ τούς τε πόδας οἵους οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ᾖ, ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν. | ] |
Υ | Ὑπὸ γῆν οἰκοῦντες | [ | Ὑπὸ γῆν οἰκοῦντες: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Καταλόγου Κατουδαίους ὀνομαζομένους. | ] |
Φ | Φηλώματα | [ | Φηλώματα: Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν. | ] |
The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).
This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.
* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever: