Digital Harpocration
Harpocrationis Lexicon in decem oratores atticos ex recensione Gulielmi Dindorfii

Works Catalog

Antiphon (Antiphon) - urn:cts:greekLit:tlg1147.harp001

Α Ἄγοι[ Ἄγοι: τοῦτο πολλὰ σημαίνει. Ἰσαῖος δὲ ἀντὶ τοῦ φέρειν καὶ ἐνάγειν καὶ ἕλκειν ἔλαβεν ἐν τῷ οὕτως ἐπιγραφομένῳ ὑπὲρ Εὐμάθους εἰς ἐλευθερίαν ἀφαίρεσις, λέγων οὕτως ἔβλαψέ με Ξενοκλῆς ἀφελόμενος Εὐμάθην εἰς ἐλευθερίαν, ἄγοντος ἐμοῦ εἰς δουλείαν κατὰ τὸ ἐμὸν μέρος. καὶ πολλάκις ἐν τῷ λόγῳ ἐχρήσατο τῷ ὀνόματι ἐπὶ τῆς αὐτῆς ἐννοίας. Ἀντιφῶν δ' ἐν τῷ περὶ ἀληθείας φησὶ τοὺς νόμους μεγάλους ἄγοι ἀντὶ τοῦ ἡγοῖτο. τούτου πολλὴ χρῆσις. ]
Α Ἀδέητος[ Ἀδέητος: ἀντὶ τοῦ ἀνενδεής παρ' Ἀντιφῶντι Ἀληθείας αʹ. ]
Α Ἀναποδιζόμενα[ Ἀναποδιζόμενα: ἀντὶ τοῦ ἐξεταζόμενα, ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀντιφῶν Ἀληθείας αʹ. ]
Α Ἀνήκει[ Ἀνήκει: παρ' Ἀντιφῶντι Ἀληθείας αʹ ἀντὶ ἁπλοῦ τοῦ ἥκει, ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. ]
Α Ἄοπτα[ Ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀντιφῶν Ἀληθείας αʹ. ]
Α Ἀπαθῆ[ Ἀπαθῆ: ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀντιφῶν Ἀληθείας αʹ. ]
Γ Γρυπάνιον[ Γρυπάνιον: Ἀντιφῶν Ἀληθείας βʹ καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ. καὶ Μελάνθιος ἐν βʹ Ἀτθίδος εἰπὼν σεισμὸν γεγονέναι φησὶ καὶ ἔγρυπεν ἡ γῆ. Διονύσιος μὲν οὖν τοῦ Τρύφωνος ἐν δʹ Ὀνομάτων γρυπαίνειν ἐστὶ φησὶ τὸ γρυποῦσθαι, οἷον τὰ ἁπαλὰ ξυλήφια ὅταν κάμψαντες ἀφῶμεν. μήποτε δ' ἐμφαίνουσιν οἱ συγγραφεῖς ὡς γινομένης κατὰ τοὺς σεισμοὺς γρυπότητός τινος περὶ τὴν γῆν. ]
Δ Δεήσεις[ Δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀντιφῶν Ἀληθείας πρώτῳ. ]
Δ Δείνωι[ Δείνωι: ἀντὶ τοῦ δεινήσει Ἀντιφῶν Ἀληθείας βʹ. ]
Δ Διάστασις[ Διάστασις: Ἀντιφῶν Ἀληθείας βʹ περὶ τῆς νῦν κρατούσης διαστάσεως ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων. ]
Δ Διάθεσις[ Διάθεσις: ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα διεθέμεθα εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας αʹ γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους [+]. ]
Ε Ἔμβιος[ Ἔμβιος: Ἀντιφῶν Ἀληθείας αʹ καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο ἀντὶ τοῦ ἐν τῷ ζῆν, τουτέστι ζήσειε καὶ μὴ ξηρανθείη μηδ' ἀποθάνοι. ]
Ε Ἐπαλλάξεις[ Ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀντιφῶν Ἀληθείας αʹ. ]
Ο Ὀριγνηθῆναι[ Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀντιφῶν Ἀληθείας αʹ. ]
Π Πεφοριῶσθαι[ Πεφοριῶσθαι: Λυσίας ἐν τῇ πρὸς Πολυκράτην κατ' Ἐμπέδου ἐπιστολῇ, εἰ γνήσιος, φησὶν ἢ τὸν ὀφθαλμὸν τὸν ἕτερον γλαυκότερον εἶναι ἢ πεφοριῶσθαι ἐπὶ τοῦ ἀποκεκλειμένου, ὥσπερ Εὐφορίων κέχρηται τῷ ὀνόματι· εἰσὶ γάρ τινες ὀφθαλμοὶ κατακεχαλασμένα ἔχοντες τὰ βλέφαρα καὶ οἱονεὶ μύοντες. ἐὰν δὲ γράφηται πεφορινῶσθαι, εἴη ἂν πεπαχύνθαι, ἀπὸ τῆς φορίνης· ὅτι γὰρ καὶ ἐπ' ἀνθρώπων τάσσουσι τὴν φορίνην δῆλον ποιεῖ Ἀντιφῶν ἐν βʹ Ἀληθείας. ]
Φ Φορίνη[ Φορίνη: Ἀντιφῶν Ἀληθείας βʹ. ὅτι καὶ ἐπ' ἀνθρωπείου δέρματος ἐλέγετο ἡ φορίνη καὶ Ἀριστομένης ἐν Γόησι δῆλον ποιεῖ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Harpocration project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Lexicon of the Ten Orators of Valerius Harpocration (ed. Dindorf).

This is the first version of the Catalog, which is complete, based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

* As of May 2024, authors who were originally and experimentally assigned the prefix harp are now identified with the prefix lagl. Read below for further instructions.

* As of June 2024, entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Lexicon of the Ten Orators of Harpocration (ed. Dindorf) is available as part of the Digital Harpocration project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License