Evagrius Ponticus) - urn:cts:greekLit:tlg4110.suda002| mu | 56 | [ | Μακάριος· δύο ἐγένοντο Μακάριοι ὁμώνυμοι καὶ περιβόητοι δι’ ἄσκησιν, διὰ βίον, διὰ τρόπον, διὰ τὰ μαθήματα. ὁ μὲν Αἰγύπτιος θαυματουργὸς ἦν καὶ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός, ὁ δὲ Ἀλεξανδρεὺς κατὰ πάντα ὢν παραπλήσιος τῷ Αἰγυπτίῳ πρὸς τοὺς ἐντυγχάνοντας ἦν ἱλαρὸς καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγε πρὸς ἄσκησιν. τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δι’ ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν· ὃς ἐν Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ θεολόγου εἰς τὴν τοῦ διακόνου προεχειρίσθη τάξιν· ἀλλὰ καὶ ἐς τὴν Αἴγυπτον κατελθὼν καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι τὸν ἐκείνων βίον ἐζήλωσε. τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται· ὧν τὸ μὲν Μοναχὸς ἢ περὶ πρακτικῆς ἐπιγέγραπται, τὸ δὲ Γνωστικὸς ἢ περὶ τῶν καταξιωθέντων γνώσεως· κεφάλαια δὲ αὐτοῦ νʹ· τὸ δὲ Ἀντιρρητικὸν πρὸς τοὺς πειράζοντας δαίμονας ἐν ηʹ διῃρημένον μέρεσι, κατὰ τὸν ἀριθμὸν τῶν ηʹ λογισμῶν· καὶ χʹ Προγνωστικὰ προβλήματα· καὶ Στιχηρὰ δύο, ἓν πρὸς τοὺς ἐν κοινοβίοις ἢ συνοδίαις μοναχοὺς καὶ ἓν πρὸς τὴν παρθένον. καί φησι κατὰ λέξιν οὕτως· ἀναγκαῖον τὰς ὁδοὺς τῶν προοδευσάντων μοναχῶν ὀρθῶς διερωτᾶν καὶ πρὸς αὐτὰς κατορθοῦσθαι· πολλὰ γάρ ἐστιν ὑπ’ αὐτῶν ῥηθέντα τε καὶ πραχθέντα καλῶς· ἐν οἷς καὶ τοῦτό τις ἔφησεν, ὅτι τὴν ξηροτέραν καὶ ἀνώμαλον δίαιταν, ἀγάπῃ συζευχθεῖσαν, θᾶττον διάγειν τὸν μοναχὸν εἰς ἀπάθειαν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: