Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Nicephorus I (Nikephoros I of Constantinople) - urn:cts:greekLit:tlg3086.suda001

omicroniota 134[ Οἶνος ἄνευ παίδων· δύο παροιμίαι, ἡ μὲν οἶνος καὶ ἀλήθεια, ἡ δ’ οἶνος καὶ παῖδες ἀληθεῖς. λαμβάνεται ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλήθειαν λεγόντων. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· οἶνος κενωθεὶς ἀγγείων παύει λύπας. οἶνος ῥυπώδης ἐκτρανοῖ πολλὰς λύπας. οἴνου μετασχὼν προσδόκα δεινὰς μάχας. ]
sigma 133[ Σαρκάζων· μετὰ πικρίας καὶ θυμοῦ γελῶν. καὶ Σαρκάζοντες, ὑποσεσηρότες καὶ ἀνοίγοντες, ὥσπερ κυνίδια, ὅταν προσλιπαρῇ τινα καὶ ἀφέλκῃ τοῖς ὀδοῦσιν. ἢ σαρκάζοντες, ἀντὶ τοῦ ἐξισχνούμενοι καὶ ἠτονηκότες καὶ διὰ τὸν λιμὸν ἕλκοντες μόλις· ἢ ἕλκοντες κατὰ τὸν τῶν κυνιδίων τρόπον, οἳ τὰ ὀστέα περιτρώγουσι, καὶ οὐκ ἔχοντες ἐμφορηθῆναι ὑπ’ αὐτῶν, τῷ δοκεῖν ἐσθίουσι. σαρκάζειν δὲ κυρίως, τὸ τὸν κύνα πεινῶντα τὰ λεπτὰ τῶν σαρκῶν τοῦ ὀστέου ἀπογλύφειν. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· σάρκας μελαίνειν οὐ καλὸν πᾶσι τόδε. λευκὰς ὁρᾶν τὰς σάρκας εὔθετον λίαν. ὅλον καθαίρειν φροντίδων δηλοῖ λύσιν. ]
sigma 1129[ Στόλιον· ἡ στολή. καὶ Στολίς, στολίδος. ἄκρητον θλίβων ἢ νέκταρ ἀπὸ στολίδων. καὶ αὖθις· μὴ ἐν στολίῳ κατ’ οἶκον περιπατεῖν. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· στολὴν λευκὴν κάλλιστον ἐν ὕπνῳ φέρειν. στολὴν φορεῖν μέλαιναν οὐ καλὴ θέα. στολὴν δ’ ἁλουργὸν εἰς μακρὰν νόσον φέρει. στολὴν ἐρυθρὰν εἰς καλὴν πρᾶξιν φέρει. στολὴν φορεῖν ἄνακτος ἐλπίδων λύσις. ]
tau 1036[ Λύσις ὀνείρου Νικηφόρου πατριάρχου· τρίχας καρῆναι πραγμάτων δηλοῖ βλάβην, τρίχας πεσεῖν δὲ κίνδυνον φέρει μέγαν. ]
upsilon 49[ Ὕδωρ· ὅτι τὸ ὕδωρ ἢ παντελῶς ἄχυμον, ὡς τοῖς ἰατροῖς δοκεῖ· ἢ ἐγγὺς ἄχυμον. ἔχει μέντοι δύναμιν πάντων τῶν χυμῶν δεκτικήν· διὸ καὶ ἀπολαύει παντὸς χυμοῦ, ἂν πλησιάσῃ αὐτῷ. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· ὕδωρ βλύζον κάτωθεν ἐχθροὺς μηνύει. ὕδωρ διαυγὲς ἐκπίνειν χρηστὸν τόδε. ὕδωρ πίνων ὑλῶδες ἐν λύπαις ἔσῃ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License