alpha | 2693 | [ | Ἀντίοχος, βασιλεύς· οὗτος ἐδόκει κατὰ τὰς ἀρχὰς γεγονέναι μεγαλεπήβολος καὶ τολμηρὸς καὶ τοῦ προτεθέντος ἐξεργαστικός, προβαίνων δὲ κατὰ τὴν ἡλικίαν ἐφάνη πολὺ καταδεέστερος αὑτοῦ καὶ τῆς τῶν ἐκτὸς προσδοκίας. ἐκ γὰρ τῶν παίδων τοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐξῆλθε ῥίζα ἁμαρτωλὸς, οὗτος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ καὶ πλεονέκτης καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας συνῆξε χρήματα πολλὰ καὶ ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλασίας εἰς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων ταῖς γυναιξὶν ἐπεμαίνετο. καὶ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἅρμασι καὶ ἐλέφασι καὶ στόλῳ μεγάλῳ ταύτης ἐκράτησεν. ὑποστρέψας δὲ μετὰ ἀπονοίας εἷλε καὶ τὴν Ἱερουσαλὴμ δορυάλωτον καὶ κατέσφαξε μυριάδας ιηʹ. κατατολμήσας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν καὶ στήσας βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώσεως καὶ τὸν ναὸν μιάνας δι’ ἀκαθάρτων θυσιῶν ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν. οὕτω τε ἐφ’ ὑψηλοῦ καθίσας καὶ τῶν στρατιωτῶν αὐτοῦ κύκλῳ παίρεστηκότων ἐνόπλων ἐκέλευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον ἐπισπάσασθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι· εἰ δὲ υὴ θέλοιεν μιαροφαγῆσαι, ἀναιρεῖσθαι τροχισθέντας. πολλῶν οὖν συναρπασθέντων, καὶ Ἐλεάζαρ τις τῶν πρώτων γραμματέων, ἤδη προβεβηκὼς τὴν ἡλικίαν, μὴ μιαροφαγήσας, μαστιγωθεὶς ἀναιρεῖται σὺν ἑπτὰ παισὶ μετὰ μητρὸς Σολομωνίδος. περὶ ὦν καὶ ὁ Θεολόγος ἐν τῷ, τί δαὶ οἱ Μακκαβαῖοι, μνημονεύει. ἐκπλαγεὶς δὲ ὁ τύραννος κοὶ μᾶλλον ἐκμανεὶς καὶ τὰ ἱερὰ σκεύη πάντα λαβὼν καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ φονοκτονίαν ποιήσας καὶ μεγαλορημονήσας ἀνεχώρησεν εἰς Ἀντιόχειαν. καὶ μετὰ δύο ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὰς πόλεις Ἰερουσαλήμ. ὃς παραγενόμενος καὶ λαλήσας εἰρηνικοὺς λόγους πρὸς τὴν Ἱερουσαλὴμ καὶ εἰσελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶσαν αὐτὴν ἐνέπρησε, καὶ τὸ ἱερὸν μιάνας καὶ πολλοὺς ἀνελὼν καὶ αἰχμαλωτεύσας ἀπῄει, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰουδαίους. Ματθίας δέ τις ἱερεὺς, ἔχων υἱοὺς πέντε, ἀφ’ ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανε, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχοντος ἀνεῖλεν αὐτὸν καὶ σκάπτει τοὺς τῶν Ἑλλήνων βωμούς. ἐπέρχεται οὖν αὐτῷ Ἀντίοχος μετὰ πολλῆς δυνάμεως. ὡς δὲ ἐπέτεινεν ὁ πόλεμος, Ἐλεάζαρ ἀδελφὸς Ἰούδα ἀριστεύσας συντρίβεται ὑπὸ τοῦ ἐλέφαντος. ὑπεισῆλθε γὰρ τὸν ἐλέφαντα καὶ ξίφει τὴν γαστέρα αὐτοῦ ἔτυψεν ἐλπίσας ἐπάνω αὐτοῦ τὸν τύραννον φέρεσθαι. ἐκστρατεύσας οὖν Ἀντίοχος κατὰ Περσῶν ὑπέστρεψεν ἡττημένος καὶ κακῶς τὸν βίον ἀπαλλάττει. ὅτι ὁ αὐτὸς Ἀντίοχος τὸ τῶν Ἰουδαίων ἔθνος στασιάσαν πρὸς τὸν συνήθη φόρον αὖθις κατεδούλωσε· συλήσας τε τὰ τοῦ ἱεροῦ ἀναθήματα καὶ διερευνήσας ἅπαντα εὗρεν ἀγαλμάτιον βιβλίον ἐν ταῖς χερσὶ κατέχον πώγωνά τε ἐπιφερόμενον βαθύν· ᾧ δὴ καὶ λυχνίδιον παρειστήκει διάχρυσον. ταῦτα χοιρείοις αἳμασιν ἀναλαβὼν ἐν τῷ ἱερῷ κατέλιπε· καὶ πολλοῖς ταλάντοις ζημιώσας πρὸς ὑπαγωγὴν φόρου τούς ἐνοικοῦντας Ἰουδαίους ἐπὶ τὰς Συρίας ἐπανῆλθεν. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: