Hierocles) - urn:cts:greekLit:tlg1429.suda001| iota | 178 | [ | Ἱεροκλῆς, φιλόσοφος, Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχοῦ τοὺς ἀκροωμένους. ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς. ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγούμενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι. τοῦ δὲ Ἱεροκλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεόμενος δὲ τῷ αἵματι, βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα. φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων [+] καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: