Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Crates Atheniensis Historicus (Crates of Athens) - urn:cts:greekLit:tlg1289.suda001

epsiloniota 184[ Εἰρεσιώνη· θαλλὸς ἐλαίας, ἐστεμμένος ἐρίοις καὶ προσκρεμαμένους ἔχων παντοδαποὺς τῶν ἐκ γῆς καρπῶν. τοῦτον δὲ ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ τῆς θύρας τοῦ Ἀπόλλωνος ἱεροῦ τοῖς Πυανεψίοις. λέγεται γὰρ Θησέα, καθ’ ὃν καιρὸν εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ διὰ χειμῶνα εὔξασθαι τῷ Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, ὅταν σωθῇ τὸν Μινώταυρον ἀποκτείνας, καὶ θυσιάσειν· καὶ τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι χύτρας αἰθάλης καὶ ἔτνος καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια δοκεῖ λέγεσθαι, οἷον Κυαμέψια. τὸ γὰρ πρότερον τοὺς κυάμους πυάνους ἐκάλουν. ἦγον δὲ ἔσθ’ ὅτε ἐπὶ τῇ ἀποτροπῇ λοιμῶν. ᾖδον δὲ παῖδες οὕτως· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀποψήσασθαι καὶ κύλικ’ εὔζωρον, ὅπως μεθύουσα καθεύδῃς. μετὰ δὲ τὴν ἑορτὴν ἔξω τῶν ἀγρῶν τιθέασι παρ’ αὐτὰς τὰς θύρας. Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλὸν καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλλωνι. καὶ παροιμία· ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ, εἰρεσιώνην καύσεται. ἀντὶ τοῦ καύσει. εἰρεσιώνη δὲ θαλλὸς ἐλαίας ἢ δάφνης ἐξ ἐρίων πεπλεγμένος, ἔχων ἄρτον ἐξηρτημένον καὶ κοτύλην, ὅ ἐστιν ἡμίξεστον, καὶ σῦκα καὶ πάντα τὰ ἀγαθά. ταύτην δὲ πρὸ τῶν οἰκημάτων ἐτίθεσαν καὶ κατ’ ἔτος αὐτὴν ἤλλαττον. ἄλλως. Εἰρεσιώνη, κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτητο δὲ αὐτοῦ τὰ ὡραῖα πάντα· ἵστασαν δὲ αὐτὴν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρησμόν. οἱ μὲν γάρ φασιν, ὡς λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηρόσια τῇ Δηοῖ ὑπὲρ πάντων θῦσαι θυσίαν Ἀθηναίους· οὗ ἕνεκεν χαριστήρια πανταχόθεν ἐκπέμπουσιν Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς. ἄλλως. Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις θύουσιν Ἀθηναῖοι· φέρουσι δὲ οἱ παῖδες τὰ προκατειλεγμένα ἀκρόδρυα καὶ ταῦτα πρὸ τῶν θυρῶν κρεμῶσι. κατά τι δὲ χρηστήριον πρὸς ἀποτροπὴν λοιμοῦ ταύτην ἐποίουν τὴν ἀνάρτησιν. Εἰρεσιώνη δὲ λέγεται διὰ τὰ ἔρια. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License