Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Chrysippus Soleus (Chrysippus of Soli) - urn:cts:greekLit:tlg1264.suda003

pi 2495[ Περὶ προλήψεως· διαφορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη πάντως εὑρίσκεται. τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθείη, εἴτε ἀληθὲς εἴθε ψευδές, ἀκρίτως ὑφ’ ἑαυτοῦ κρατύνεται· καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ’ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται λυπρὰ καὶ καταγέλαστος οὖσα. ὁ δὲ Χρύσιππος ἐν τῷ ιβʹ φυσικῷ λόγῳ δύο φησὶν εἶναι κριτήρια, αἴσθησιν, γνῶσιν καὶ πρόληψιν. ἔστι δὲ πρόληψις ἔννοια φυσικὴ τῶν καθόλου. Ἐπίκουρος δὲ ὁ φιλόσοφος πρόληψιν λέγει, οἱονεὶ κατάληψιν ἢ δόξαν ὀρθὴν ἢ ἔννοιαν ἢ καθολικὴν νόησιν ἐναποκειμένην, τουτέστι μνήμην τοῦ πολλάκις ἔξωθεν φανέντος. οἷον τὸ τοιοῦτόν ἐστιν ἄνθρωπος· ἅμα γὰρ τῷ ῥηθῆναι ἄνθρωπος, εὐθὺς κατὰ πρόληψιν καὶ ὁ τύπος αὐτοῦ νοεῖται, προηγουμένων τῶν αἰσθήσεων. παντὶ οὖν ὀνόματι τὸ πρώτως ἐπιτετευγμένον ἐναργές ἐστι· καὶ οὐκ ἂν ἐζητήσαμεν τὸ ζητούμενον, εἰ μὴ πρότερον ἐγνώκειμεν αὐτό. οἷον τὸ πόρρω ἑστώς, βοῦς ἐστιν ἢ ἵππος; δεῖ γὰρ κατὰ πρόληψιν ἐγνωκέναι ποτὲ ἵππου καὶ βοὸς μορφήν. οὐδ’ ἂν οὖν ὠνομάσαμέν τι, μὴ πρότερον αὐτοῦ κατὰ πρόληψιν τὸν τύπον μαθόντες. Ἐναργεῖς οὖν εἰσὶν αἱ προλήψεις· καὶ τὸ δοξαστὸν ἀπὸ προτέρου τινὸς ἐναργοῦς ἤρτηται· ἐφ’ ὃ ἀναφέροντες λέγομεν, οἷον πόθεν ἴσμεν εἰ τοῦτό ἐστιν ἄνθρωπος. τὴν δὲ δόξαν καὶ ὑπόληψιν λέγουσι. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega, pi, rho), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License