Titus) - urn:cts:greekLit:tlg1102.suda001| tau | 691 | [ | Τῖτος, βασιλεὺς Ῥωμαίων, Οὐεσπεσιανοῦ υἱός, ἀνὴρ πᾶν ἀρετῆς συνειληφὼς γένος, ὡς πρὸς ἁπάντων ἔρως τε καὶ τρυφὴ τοῦ θνητοῦ προσαγορευθῆναι γένους· εὐγλωττότατός τε γὰρ καὶ πολεμικώτατος καὶ μετριώτατος ἦν, καὶ τῇ μὲν Λατίνων ἐπιχωρίῳ γλώττῃ πρὸς τὰς τῶν κοινῶν ἐχρῆτο διοικήσεις, ποιήματα δὲ καὶ τραγῳδίας Ἑλλάδι φωνῇ διεπονεῖτο. ἐπεὶ δὲ ᾑρήκει τὰ Ἱεροσόλυμα ὁ Τῖτος, Συρία τε πᾶσα καὶ Αἴγυπτος καὶ ὅσα τῇ Παλαιστίνῃ πρόσοικα γένη ἐστεφάνουν τὸν ἄνδρα, νικητὴν ἀνακαλοῦντες. ὁ δὲ διωθεῖτο τοὺς στεφάνους, οὐκ αὐτὸς λέγων εἰργάσθαι ταῦτα, θεῷ δὲ φήναντι ὀργὴν ἐπιδεδωκέναι τὰς ἑαυτοῦ χεῖρας. οὕτως ἦν μέτριος καὶ σωφροσύνης μεστός. ἐπὶ δὲ Τίτου τούτου τὴν Ἱερουσαλὴμ πολιορκοῦντος Ῥωμαῖός τις τῶν ἱππέων δοκιμώτατος τοὺς Ἰουδαίους ὠθουμένους κατὰ τῆς φάραγγος θεασάμενος, ἐκ πλαγίου παρελαύνων τὸν ἵππον ἁρπάζει τινὰ νεανίαν φεύγοντα, στιβαρὸν κατὰ τὸ σῶμα καὶ ὡπλισμένον, ἐκ τοῦ σφυροῦ δραξάμενος, ἑαυτὸν ἐπικλίνας τοῦ ἵππου τρέχοντος καὶ τὸν Ἰουδαῖον ἔφιππον καταδιώκοντος. καὶ τοσοῦτον τῆς δεξιᾶς τόνον καὶ τοῦ λοιποῦ σώματος ἐπιδειξάμενος καὶ τῆς ἱππικῆς τέχνης τὴν ἀρετήν, ὥσπερ τι κειμήλιον ἧκε τῷ Καίσαρι κομίζων τὸν αἰχμάλωτον. ὁ δὲ Τῖτος ὑπερθαυμάσας τῆς ἰσχύος τούτου καὶ δυνάμεως τὸ ἀήττητον, δώροις αὐτὸν ἀμείψας τὸν ληφθέντα ἀπέκτεινε. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: