Callimachus) - urn:cts:greekLit:tlg0533.suda001 (
Hecale)| alpha | 3981 | [ | Ἁρμοῖ που: ἀρτίως, νεωστί. οὕτω που Καλλίμαχος ἐν Ἑκάλῃ ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἀβρὸς ἴουλος. | ] |
| alphaiota | 137 | [ | Αἴθ’ ὄφελες θανεῖν ἢ πανύστατον ὀρχήσασθαι· ἐπειδὴ τὴν γλαῦκα ὅταν λάβωσι τὰ παιδία περιάγουσιν· ἡ δὲ μὴ βλέπουσα δι’ ἡμέρας ὥσπερ ὀρχεῖται. ἢ ὅταν πληγῇ τελευτῶσα στρέφεται ὥσπερ ὀρχουμένη. Καλλίμαχος ἐν Ἑκάλῃ λέγει περὶ αὐτῆς. | ] |
| iota | 343 | [ | Ἱμαῖον ᾆσμα· τὸ ἐπὶ τῇ ἀντλήσει λεγόμενον· παρὰ τὸ ἱμᾶν. οἱ δὲ τὸ μυλωθρικόν. καὶ πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον ἔγρει. Καλλίμαχος Ἑκάλῃ. | ] |
| kappa | 2240 | [ | Κωλιάς· ναός ἐστι τῆς Ἀφροδίτης οὕτω καλούμενος, ἀπὸ τοῦ συμβεβηκότος τὴν προσηγορίαν λαβών. νεανίας γάρ τις Ἀττικὸς ἁλοὺς ὑπὸ Τυρρηνῶν καὶ δεσμώτης δουλεύων παραυτά, ἐρασθείσης αὐτοῦ τῆς θυγατρὸς τοῦ ἔχοντος καὶ ἀπολυσάσης, ἦλθεν εἰς τὴν οἰκείαν οὕτως ἐλευθερωθεὶς καὶ εὐχαριστήριον τῇ Ἀφροδίτῃ τῆς σωτηρίας ἐπὶ τῆς ἀκτῆς, ἀφ’ ἧς ἡρπάγη, ναὸν ἐκτίσατο. Κωλιάδα δὲ προσηγόρευσε τὸν τόπον ἀπὸ τῶν κώλων, ἃ ἐν τοῖς δεσμοῖς κατεπονεῖτο. οἱ δέ, ὅτι Ἴωνος θύοντος ἱερεῖον κωλῆς, ἱέραξ ἐξήρπασε καὶ ἐπ’ ἐκείνῳ τῷ τόπῳ ἐκάθισεν. ὅθεν ὁ τόπος Κωλιὰς ἐκλήθη. μέμνηται καὶ Καλλίμαχος ἐν Ἑκάλῃ. | ] |
| kappa | 2260 | [ | Κωμῆται· καὶ οἱ γείτονες· κώμη γὰρ ἡ γειτονία. Καλλίμαχος Ἑκάλῃ· τοῦτο γὰρ αὐτὴν κωμῆται κάλεον περιαγέες. Βάβριος· ὄνῳ τις ἐπιθεὶς ξόανον εἶχε κωμήτης. | ] |
| mu | 1430 | [ | Μύωψ· ὁ οἶστρος. μυῖά τις ἐρεθίζουσα τὰς βοῦς. λέγεται παρὰ Καλλιμάχῳ ἐν Ἑκάλῃ, βοῦς σῶος μύωψ· τοὺς βοῦς σοβῶν καὶ διώκων μύωψ. λέγεται Μύωψ καὶ ἡ μάστιξ τοῦ ἵππου, τὸ σιδήριον, ὃ ἐπὶ τοῦ ποδὸς φοροῦσι κεντοῦντες τοὺς ἵππους. Πολύβιος· ὁ δὲ προσθεὶς τοὺς μύωπας ἐξ ἀμφοτέροιν τοῖν μεροῖν ἤλαυνε κατακράτος. καὶ ἐν Ἐπιγράμμασι· Λυσιδίκη σοι, Κύπρι, τὸν ἱππαστῆρα μύωπα, χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός. καὶ αὖθις· βουστρόφον ἀκροσίδαρον ἀπειλητῆρα μύωπα. καὶ αὖθις· κέντρα τ’ ἐναιμόεντα διωξίπποιο μύωπος. | ] |
| nu | 98 | [ | Ναὶ μὰ τόν· ναὶ μὰ τὸ ῥικνὸν σῦφαρ ἐμόν, ὅ ἐστι δέρμα. Καλλίμαχος ἐν Ἑκάλῃ. ναὶ τοῦτο δένδρεον αὖον ἐόν περ. οἱ ἀρχαῖοι οὐ προπετῶς κατὰ τῶν θεῶν ὤμνυον, ἀλλὰ κατὰ τῶν προστυγχανόντων· ὡς καὶ Μένανδρος· μαρτύρομαι τὸν Ἀπόλλω τοῦτον καὶ τὰς θύρας. καὶ Ὅμηρος· ναὶ μὰ τόδε σκῆπτρον. καὶ Ἑκάλη εἶπε, ναὶ μὰ τόν· καὶ οὐκέτι ἐπάγει τὸν θεόν. ῥυθμίζει δὲ ὁ λόγος πρὸς εὐσέβειαν. τοιούτου σχήματός τε καὶ ἤθους καὶ τὸ ναὶ μὰ τάς. ὡς εἴπερ εἴποι τις, μὰ τὰς Χάριτας. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: