Old Testament) - urn:cts:greekLit:tlg0527.suda008 (
Psalms)| pi | 2446 | [ | Προθεῖναι· προεργάσασθαι. διὰ τὸ προθεῖναι καὶ ἄλλους τὴν ἑρμηνείαν τῶν Ψαλμῶν. | ] |
| psi | 167 | [ | Ψυχικὸς ἄνθρωπος· ἐκ ψυχῆς καὶ σώματος. ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ θεῷ δοκούντων, πνευματικὸς λέγεται καὶ οὐκ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ’ ἀφ’ ἑτέρας μείζονος τιμῆς, τῆς ἀπὸ τοῦ πνεύματος ἐνεργείας. οὐ γὰρ ἀρκεῖ ἡ ψυχὴ εἰς κατόρθωμα, εἰ μὴ ἀπολαύσοι τῆς τοῦ πνεύματος βοηθείας. ὥσπερ δὲ σαρκικὸς ἄνθρωπος λέγεται ὁ τῇ σαρκὶ δουλεύων, οὕτω ψυχικὸν καλεῖ ὁ Ἀπόστολος τὸν τοῖς ἀνθρωπίνοις λογισμοῖς τὰ πράγματα ἐπιτρέποντα καὶ μὴ δεχόμενον τοῦ πνεύματος τὴν ἐνέργειαν. καὶ πάλιν· ὅταν μὲν κατορθώσωμεν ἀρετήν, πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἐναντίον, ἀπὸ τῆς εὐτελοῦς φύσεως γῆν ἡμᾶς ὀνομάζει. καὶ ὁ Προφήτης, πατάξει, φησί, τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. οὐ περὶ γῆς λέγων, ἀλλὰ περὶ τῶν ἁμαρτιῶν. καὶ πάλιν· ἐγένετο πᾶσα ἡ γῆ χεῖλος ἕν· περὶ τῶν ἁμαρτιῶν λέγων. καὶ ὁ Ἀβραὰμ ἑαυτὸν ἐξευτελίζων· ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός. καὶ πάλιν· ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐντόσθια αὐτοῦ. τὴν γαστέρα λέγων. ψυχαὶ τῶν βιοθανατούντων οὐ κατὰ τὴν τῶν πολλῶν δόξαν γίνονται δαίμονες, ἀλλὰ τῶν ἁμαρτανόντων· οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως τὴν ἐκείνων μιμουμένης κακίαν. τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις· ὑμεῖς τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. | ] |
| upsilon | 290 | [ | Ὑπερήφανος. πάσῃ κακίᾳ ἀντίκειται ἀρετή· τῇ λαγνείᾳ ἡ σωφροσύνη, τῇ λαιμαργίᾳ ἡ ἐγκράτεια, τῇ πλεονεξίᾳ ἡ δικαιοσύνη, τῇ ὀργῇ ἡ πραότης, τῇ λύπῃ ἡ χαρά, τῇ λήθῃ ἡ μνήμη, τῇ ἀκηδίᾳ ἡ ὑπομονή, τῇ ἀφροσύνῃ ἡ φρόνησις, τῇ δειλίᾳ ἡ ἀνδρία, τῇ κενοδοξίᾳ ἡ ταπεινοφροσύνη, καὶ ταῖς λοιπαῖς. τῷ δὲ τύφῳ μόνῳ οὐκ ἀντίκειται ἀρετή, διὰ τὴν ὑπερβάλλουσαν κακίαν· ἑαυτὸν δὲ ἀντέταξεν ὁ θεός· κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. καὶ ὁ Προφήτης· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν. καὶ αὖθις· ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ’ οἷς ἔχουσι φυσωμένους ὑπερηφάνους νοητέον. καὶ Αἰλιανός· οἱ δὲ ἔκειντο θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. ἀντὶ τοῦ περίβλεπτον. Ὑπερήφανος καὶ ὁ λαμπρός. Αἰλιανός· καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: