Digital Suda
Suidae Lexicon edidit Ada Adler

Works Catalog

Aristoteles et Corpus Aristotelicum (Aristotle) - urn:cts:greekLit:tlg0086.suda009 (Topics)

epsilon 1923[ Ἐπαγωγή· ἐπαγωγή ἐστι λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον αὑτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. δύο δὲ τῆς ἐπαγωγῆς εἰσὶ τρόποι, ὅ τε κατ’ ἐναντίωσιν καὶ ὁ ἐκ τῆς ἀκολουθίας. ὁ μὲν οὖν κατ’ ἐναντίωσίν ἐστιν ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον· οἷον, ὁ ἐμὸς πατὴρ τῷ σῷ πατρὶ ἤτοι ἕτερός ἐστιν ἢ αὐτός. εἰ μὲν οὖν ἕτερός ἐστιν τοῦ ἐμοῦ πατρὸς ὁ σὸς πατήρ, πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ· εἰ δὲ ὁ αὐτός ἐστι τῷ ἐμῷ πατρί, ὁ αὐτὸς ὢν τῷ ἐμῷ πατρὶ ὁ ἐμὸς ἂν εἴη πατήρ. καὶ πάλιν, εἰ μὴ ζῷόν ἐστιν ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. οὐκ ἔστι δὲ λίθος ἢ ξύλον ἔμψυχος γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται. ζῷον γάρ ἐστιν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον, καὶ κύων καὶ βοῦς. καὶ οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ’ ἐναντίωσιν καὶ μάχην τρόπος ὁ διελέγχων. ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς. καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. οἷον, ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ’ ἐκεῖνον τὸν καιρὸν ᾑμαγμένον. ῥητορικὸς δέ ἐστι ὁ τρόπος τῆς ἐπαγωγῆς οὗτος· ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου, ἀλλὰ τῶν ἐπὶ μέρους δικαίων. ὁ δὲ ἕτερός ἐστι διαλεκτικός, προαποδειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους. οἷον ζητεῖται, εἰ ἡ ψυχὴ ἀθάνατος, καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ὅπερ ἀποδείκνυται ἐν τῷ περὶ ψυχῆς διά τινος καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ ἐναντία. καὶ αὐτὸ δὲ τὸ καθόλου κατασκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρους, ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν, καὶ τὸ μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. ἐκ τῶν Τακτικῶν. Ἐπαγωγὴ πάλιν ἐστίν, ὅταν τάγμα τάγματι ὑποτάσσηται, οἷον τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ὑποτάσσωνται, ἢ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθοῦσι, καὶ καθόλου, ὅταν σύνταγμα συντάγματι ἐν πορείᾳ ἕπηται, ὥστε τοῖς τοῦ προηγουμένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας συνάπτειν. ἐκ τῶν Τοπικῶν. ὅτι ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμὸς ὄργανά εἰσι λόγων διαλεκτικῶν, καθ’ οὓς τὸ γυμνάζεσθαι γίνεται. καὶ ἡ μὲν διὰ τοῦ καθόλου δεῖξις συλλογιστική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάσσεται δὲ τῷ μὲν συλλογισμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα. καὶ ἔστι τὸ μὲν ἐνθύμημα ῥητορικὸς συλλογισμός, τὸ δὲ παράδειγμα ῥητορικὴ ἐπαγωγή. ἐπαγωγὴ δέ ἐστιν ἡ διὰ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου πρόοδος. διὸ οὐχ ὑγιῶς λέγουσιν οἱ λέγοντες τὴν ἐπαγωγὴν λόγον εἶναι ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου τοῖς ὑπ’ αὐτό· τῆς δὲ τοῦ καθόλου δείξεως χάριν ἡ ἐπαγωγὴ μάλιστα. ὁ δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγος μᾶλλον ἂν τὸ παράδειγμα σημαίνοι· ὁ γὰρ λόγος ὁ διὰ τῶν καθέκαστα τὸ καθόλου δεικνὺς καὶ πιστούμενος, οὗτός ἐστιν ἐπαγωγή. ὁ γὰρ δεικνὺς διὰ τῶν καθόλου ὅτι ἐν πᾶσιν ἄριστος ὁ ἐπιστάμενος διὰ τοῦ λαβεῖν, ὅτι κυβερνήτης ἄριστος ὁ ἐπιστάμενος, ὁμοίως καὶ ἡνίοχος, ὁμοίως καὶ στρατηγός, ὁμοίως καὶ ἰατρός, ὁμοίως καὶ γεωμέτρης, μουσικός, τέκτων, δι’ ἐπαγωγῆς τοῦ ἐν πᾶσιν ἄριστον εἶναι τὸν ἐπιστάμενον τὴν δεῖξιν ποιεῖται. ]
epsilon 3601[ Εὔνους· Ἀριστοτέλης λέγει ἐν τοῖς Τόποις· δεῖξαι θέλοντες, τὸν φίλον μὴ εἶναι εὔνουν εἶναι, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τὰ ἀληθῆ καὶ τὰ ἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς ὁ φίλος νοεῖ. ὁ δὲ τόπος οὗτος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγεται ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ καλὰς ἔχων χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σπουδαῖος, ὡς ἤδη καὶ τὸν δαίμονα ἔχων τὸν ἐν αὑτῷ. καὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον· καὶ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεῖν τοὺς πολεμίους· καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου, τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου. ]
epsilon 3835[ Εὔψυχος· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν. οὐχ ὁ ἀνδρεῖος μόνος, εἰ μεταληψόμεθα τὸ εὔψυχος εἰς τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν· ἔστι δὲ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων. ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ εὖ τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ ὁ σώφρων καὶ ὁ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὀνομάτων παραθέσει. καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τουτέστιν ὁ ἀγαθὰ ἐλπίζων· καὶ εὐδαίμων ὁ εὖ τὸν δαίμονα ἔχων. Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. ἀντὶ τοῦ εὐτολμίαν. Μένανδρος· μὴ εἶναι φοβερὸν τοῦτο, ὅτι πλήθει προέχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπικρατεῖν. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License