Sophocles) - urn:cts:greekLit:tlg0011.suda003 (
Electra)| alpha | 2337 | [ | Ἄνετέ μ’, ἄνετε παρήγοροι. τάδε γὰρ ἄλυτα κεκλήσεται. οὐδέποτ’ ἐκ καμάτων παύσομαι, ἀνάριθμος ὧδε θρήνων: Σοφοκλέου ἐξ Ἠλέκτρας πρὸς τὸν χορόν. ἀντὶ τοῦ ἐάσατε, παύσασθέ με παραμυθούμεναι, ὅ ἐστιν ἐπιτρέπετε ὀδύρεσθαι καὶ αὔξετέ μου διὰ τῆς παραμυθίας τὸν ὀδυρμόν. τὸ γὰρ θρηνεῖν τόν πατέρα ἄλυτόν μοι ἔσται, ὅ ἐστιν οὐδέποτε παύσομαι, ἀλλ’ ἀεὶ ἐν τῷ θρηνεῖν ἔσομαι· οἷον οὐκ ἀριθμοῦσα αὐτοὺς, ἀλλὰ δαψιλῶς χρωμένη. ἐν ὑπονοίᾳ δὲ κεῖται ἀνάνομος, οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖς καὶ οὔποτε χωρὶς οὗσα τῆς τῶν δακρύων νομῆς. κεῖται δὲ καὶ ἀνάριθμος, τουτέστιν ἐν θρήνοις ἀριθμηθήσομαι, ἀεὶ θρηνοῦσα. | ] |
| alphaiota | 187 | [ | Αἷμα· καὶ τὸ γένος. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. καὶ τὸ ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ καιριώτατον. Σοφοκλῆς δ’ ἐν Ἠλέκτρᾳ τὴν μάχαιραν αἷμά φησιν. | ] |
| epsilon | 928 | [ | Ἐμασχαλίσθη· ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινα, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσματα προσηγόρευσαν αὐτά. καὶ Σοφοκλῆς ἐν Τρωίλῳ πλήρη μασχαλισμάτων εἴρηκε τὸν μασχαλισμόν. καὶ ἐν Ἠλέκτρᾳ. | ] |
| iota | 48 | [ | Ἴασις καὶ ἄρηξις διαφέρει. τῶν γὰρ νοσημάτων, τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις, ὅπερ ἐστὶν ἄρηξις· τὰ δὲ θεραπεύεται παντελῶς, ὅπερ ἐστὶν ἴασις. φησὶν οὖν Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· πόθεν δ’ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασις οὐκ ἔνεστιν ἰδεῖν; τουτέστι κατ’ οὐδένα τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτιον. | ] |
| mu | 275 | [ | Μασχαλίσματα· Ἀριστοφάνης παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ κεῖσθαι τὴν λέξιν, ἔθος σημαίνουσαν. οἱ γὰρ φονεύσαντες ἐξ ἐπιβουλῆς τινας ὑπὲρ τοῦ τὴν μῆνιν ἐκκλίνειν ἀκρωτηριάσαντες μόρια τούτου καὶ ὁρμαθίσαντες ἐξεκρέμασαν τοῦ τραχήλου διὰ τῶν μασχαλῶν διείραντες, καὶ μασχαλίσματα προσηγόρευσαν. σημαίνει δὲ ἡ λέξις καὶ τὰ τοῖς μηροῖς ἐπιτιθέμενα ἀπὸ τῶν ὤμων κρέα ἐν ταῖς τῶν θεῶν θυσίαις. | ] |
| phi | 88 | [ | Φάος· φῶς. ὦ φάος ἁγνὸν καὶ γῆς ἰσόμοιρος ἀήρ· ὥς μοι πολλὰς μὲν θρήνων ᾠδάς, πολλὰς δ’ ἀντήρεις ᾔσθου στέρνων πληγὰς αἱμασσομένων, ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ. ἡ Ἠλέκτρα φησί. λέγει δέ, ὅτι οὐ διαλείπω νυκτὸς καὶ ἡμέρας κλαίουσα. καὶ αὖθις· ἥδιστον φάος ἡμέρας ἔσται τοῖς παροῦσι. καὶ ζήτει ἐν τῷ φόως. | ] |
| phi | 410 | [ | Φίλος· ἀντὶ τοῦ ὄφελος. Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· οἴμοι τάλαινα, τῆς ἐμῆς πάλαι τροφῆς ἀνωφελήτου, τὴν ἐγὼ θάμ’ ἀμφὶ σοὶ πόνῳ γλυκεῖ παρέσχον. οὔτε γάρ ποτε μητρὸς σύγ’ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: