Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Works Catalog

Sophocles (Sophocles) - urn:cts:greekLit:tlg0011.suda001 (Philoctetes)

alpha 1019[ Ἀκροσφαλεῖς: ἐν τῷ βαδίζειν σφαλλόμενοι. τουτέστιν οἱ Οὖννοι. Φιλοκτήτῃ· ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς κεῖται· παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δεῖν’ ὁρᾶν· χ ὤταν τίς εὖ ζῇ, τηνικαῦτα τὸν βίον σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ. ]
alpha 4554[ Ἄφαντον φῶς: τὸ ἐκ πυρίτου λίθου. Σοφοκλῆς Φιλοκτήτῃ· ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί. οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα πάντ’ ἐκπορίζει, πλὴν τοῦ μὴ νοσεῖν ἐμέ. ]
delta 590[ Διάκονος· μακρὸν τὸ α. ὁ δὲ ἦν ἱερεύς, διάκονος τὴν τιμήν. καὶ Φιλοκτήτης· ἀλλ’ ἢ τεθνήκασ’ , ἢ τὰ τῶν διακόνων, ὡς εἰκὸς οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος ποιούμενοι, τὸν οἴκαδ’ ἤπειγον στόλον. καὶ Διακονῶ. δοτικῇ. ]
nu 271[ Νευροσπαδὴς ἄτρακτος· παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ. ὃν ἀφίησί τις τῇ νευρᾷ ἐπισπώμενος αὐτόν. ]
phi 580[ Φορά· ἡ κατὰ ὅλου τόπου ἐναλλαγή· καὶ μάλιστα ἡ μὴ δυναμένη ἐφ’ ἑαυτῆς στῆναι ὅταν ἐθέλῃ. ὅτι ὁ τῆς κατὰ τόπον κινήσεως γένος λέγων τὴν φορὰν τὸ γένος ὑπὸ τῷ εἴδει τίθησι. ποιεῖ δὲ καὶ τοῦτο Πλάτων· ὁριζόμενος γὰρ τὴν κατὰ τόπον κίνησιν φορὰν αὐτὴν εἶπεν. ἀλλὰ φορὰ μέν ἐστι τῶν ἀψύχων τε καὶ ἀκουσίως ἀμειβομένων τόπον ἐκ τόπου. τὸ δὲ ἀκουσίως ἀντὶ τοῦ οὐχ ἑκουσίως. εἰ οὖν τινά ἐστιν οὐχ ἑκουσίως μεταβάλλοντα τόπον ἐκ τόπου, ὡς τὰ βαδίζοντα, εἴη ἂν ἐπὶ πλέον ἡ κατὰ τόπον κίνησις. οὐ πᾶσα δὲ κατὰ τόπον κίνησις φορά. καὶ αὖθις· δυσχέρεια μὲν πολλὴ τοῦδε τοῦ φορήματος· ὅμως δὲ τλῆθι. τοῖσι γενναίοισί τοι τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. σοὶ δ’ ἐκλιπόντι τοῦτ’ ὄνειδος οὐ καλόν, δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, ἐὰν μόλω’ γὼ ζῶν πρὸς Οἰταίαν χθόνα. Φιλοκτήτης φησί. ]
pi 2344[ Προβλῆτες· Φιλοκτήτης φησίν· ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσία θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι· οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασε. ]
upsilon 27[ Ὑγιές· λυσιτελές, ὠφέλιμον. τῆς πόλεως ἐπ’ οὐδὲν ὑγιές. Φιλοκτήτης· ὦ μηδὲν ὑγιὲς μήδ’ ἐλεύθερον φρονῶν· οἷά μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί. ἀνάξιόν σου, κατάξιον δ’ ἐμοῦ. ]

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License