Digital Suda
Suidae Lexicon edidit Ada Adler

Loading, please wait...

Authors Catalog

Philoxenus Leucadius (Philoxenus of Leucas) - urn:cts:greekLit:tlg0380

Significant Place (Wikidata Statement)

Lefkada (Wikidata) (Pleiades) (Pleiades)

Occupation (Wikidata Statement)

poet (Wikidata)

omicron 1091[ Ὀψοφαγία· καὶ Ὀψοφάγος, λαίμαργος, ὄψα ἐσθίων. ΦιλόξενοςΛευκαδίου ἐγένετο ὀψοφάγος, ἀφ’ οὗ καὶ οἱ Φιλοξένειοι πλακοῦντες. ἐπὶ τοσοῦτον δὲ ἦν ὀψοφάγος ὁ Φιλόξενος, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τὴν χεῖρα συνεθίζειν προσκαθιέντα ἐς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπως ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. καὶ τοὺς ὀψοποιοῦντας ὑπεποιεῖτο, ἵνα θερμότατα παρατιθῶσι. παραπλήσια δὲ ἱστοροῦσι καὶ περὶ Ἀρχύτου. καὶ Κρώβυλός φησιν· ἐγὼ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω( ἀντὶ τοῦ ψυχρούς) , καὶ τὸν φάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις. ]
phi 395[ Φιλόξενος, Λευκαδίου. ὄνομα παρασίτου. τοῦτόν φασιν προλουόμενον ἐν τῇ πατρίδι κ ἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων, φερόντων ἔλαιον, γάρον, ὄξος καὶ ἄλλα τῶν ἡδυσμάτων. εἰσιόντα δὲ εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν, ἐμβάλλοντα ὧν ἦν χρεία, κᾆθ’ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι. οὗτος οὖν ὀψοφάγος ὢν καὶ πλεύσας εἰς Ἔφεσον εὗρε τὴν ὀψόπωλιν κενὴν καὶ ἐπύθετο τὴν αἰτίαν· καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται, λουσάμενος παρῆν ἄκλητος καὶ ᾄσας ὑμέναιον μετὰ τὸ δεῖπνον πάντας ἐψυχαγώγησε. καὶ ὁ νυμφίος εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις· ὁ δὲ ἔφη, ἂν ὄψον μὴ πωλῇ τις. ὁ αὐτὸς ηὔξατο γεράνου τράχηλον ἔχειν, ἵν’ ἐπὶ πολὺν χρόνον καταπίνων ἥδηται. ὁ αὐτὸς Φιλόξενος περιπαθὴς ὢν τοῖς ὄψοις, καὶ δειπνῶν ποτε παρὰ Διονυσίῳ τῷ τυράννῳ, ὡς εἶδεν ἐκείνῳ μεγάλην τρίγλαν παρατεθειμένην, αὑτῷ δὲ μικράν, ἀναλαβὼν αὐτὴν πρὸς τὸ οὖς προσήνεγκεν, ὡς βούλοιτό τινα παρ’ ἐκείνης τῶν κατὰ τὸν Νηρέα πυθέσθαι· τὴν δὲ ἐρομένην ἀποκεκρίσθαι, ὅτι νεωτέρα οὖσα ἁλοίη διὸ μὴ παρακολουθεῖν· τὴν δὲ παρὰ Διονυσίῳ κειμένην, πρεσβυτέραν οὖσαν, πάντα εἰδέναι, ἃ βούλεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρίγλαν. οὗτος ἦν ὀψοφάγος· ἀφ’ οὗ καὶ Φιλοξένειοι πλακοῦντες. ]
phi 398[ Φιλοξένειοι πλακοῦντες. ]
tau 599[ Τιμαχίδας Ῥόδιος· οὗτος δείπνων ἀναγραφὰς πεποίηται ἐν βιβλίοις ιαʹ δι’ ἐπῶν, καὶ Νουμήνιος ὀψαρτυτικόν, καὶ ΜατρέαςΠιταναῖος καὶ ἩγήμωνΘάσιος, ὁ ἐπικληθεὶς Φακῆ· καὶ Ἀρτεμίδωρος, ὁ Ψευδοαριστοφάνειος, ὁ ὀψαρτυτικὰς λέξεις συναγαγών· καὶ ΦιλόξενοςΛευκαδίου· ἀφ’ οὗ καὶ Φιλοξένειοι πλακοῦντες. ἦν δὲ ὁ Φιλόξενος ὀψοφάγος ἐπὶ τοσοῦτον, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τὴν χεῖρα συνεθίζειν πρὸς τὰ θερμά, καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπως ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. καὶ τοὺς ὀψοποιοῦντας ἐπεποιεῖτο, ἵνα θερμότατα παρατιθῶσι καὶ μόνος καταναλίσκῃ. παραπλήσια δὲ ἱστοροῦσι καὶ περὶ Ἀρχύτου. καὶ Κρώβυλός φησιν· ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω( ἀντὶ τοῦ ψυχρούς) , καὶ τὸν φάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes all the entries of the four volumes of the Adler edition, is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License