Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Theodosius Cenobiarchus (Theodosius the Cenobiarch) - urn:cts:greekLit:lagl0639

Place of birth (Wikidata Statement)

Cappadocia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Palestine (Wikidata) (Pleiades)

Occupation (Wikidata Statement)

monk (Wikidata)

theta 144[ Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, μετὰ τὴν Μαξίμου τοῦ τυράννου ἀναίρεσιν καὶ τὴν ἧτταν καὶ σφαγὴν τῶν ἐν τοῖς ἕλεσι κρυπτομένων Σκυθῶν καὶ σφαγὴν Ῥωμαίων ἐς τὴν Κωνσταντινούπολιν ἐλθὼν πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις, ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ· αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν, ταῖς ἡδοναῖς καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος. θαυμάζω δὲ τούτου τὴν ἐφ ' ἑκάτερα τοῦ βίου ῥοπήν· φύσει γὰρ ὢν ἐκμελὴς ῥᾳθυμίᾳ τε πάσῃ ἐκκείμενος, λυπηροῦ μὲν αὐτὸν οὐδενὸς ἦν δέος ἐπάγοντος ἢ ἐνοχλοῦντος, ἐνεδίδου τῇ φύσει. καθιστάμενος δὲ ἐς ἀνάγκην σαλεύειν κατά τινα καθεστῶτα προσδοκωμένην, ἀπετίθετο μὲν τὴν ῥᾳθυμίαν καὶ τῇ τρυφῇ χαίρειν εἰπὼν ἐς τὸ ἀνδρωδέστερον καὶ ἐπίπονον καὶ τληπαθὲς ἀνεχώρει. τοιοῦτος ἐξ αὐτῆς ἀποδεδειγμένος τῆς πείρας, ἐπειδὴ πάσης ἦν ἀπηλλαγμένος φροντίδος, ταῖς αὐτῷ φύσει προσούσαις ἐκμελείαις ἐδούλευε. τῶν δὲ τὰς ἀρχὰς μετιόντων κατ' ἐξαίρετον ἐν τιμῇ ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ βουλῇ τάξεων καταστάς. ὁ αὐτὸς μετὰ τὸ ἀναγορεῦσαι τὸν υἱὸν αὐτοῦ Ὁνώριον ἐν τῇ Ῥωμαίων βασιλείᾳ συνεκάλεσε τὴν γερουσίαν, τοῖς πατρίοις ἐμμένουσαν ἔθεσι καὶ οὐχ ἑλομένην ἐνεχθῆναι τοῖς περὶ τῶν θεῶν ἀποκλίνασι καταφρόνησιν, λόγους τε προσῆγε, παρακαλῶν ἀφιέναι μὲν ἣν πρότερον εἵλοντο πλάνην, ἑλέσθαι δὲ τὴν τῶν Χριστιανῶν πίστιν, ἧς ἐπαγγελία παντὸς ἁμαρτήματος καὶ πάσης ἀσεβείας ἀπαλλαγή. μηδενὸς δὲ τῇ παρακλήσει πεισθέντος μηδὲ ἑλομένου τῶν ἀφ' οὗπερ ἡ πόλις ᾠκίσθη παραδεδομένων αὐτοῖς πατρίων ἀναχωρῆσαι καὶ προτιμῆσαι τούτων τὰ Χριστιανῶν· ἐκεῖνα μὲν φυλάξαντας διακοσίοις καὶ χιλίοις σχεδὸν ἔτεσιν ἀπόρθητον τὴν πόλιν οἰκεῖν, ἕτερα δὲ ἀντὶ τούτων ἀλλαξαμένους τὸ ἐκβησόμενον ἀγνοεῖν· ὁ δὲ βαρύνεσθαι ἔλεγε τὸ δημόσιον τῇ περὶ τὰ ἱερὰ καὶ τὰς θυσίας δαπάνῃ, βούλεσθαί τε ταῦτα περιελεῖν, οὔτε τὸ πραττόμενον ἐπαινοῦντα, καὶ ἄλλως τῆς στρατιωτικῆς χρείας πλειόνων δεομένης χρημάτων. τῶν δὲ ἀπὸ τῆς γερουσίας μὴ κατὰ θεσμὸν εἰπόντων πράττεσθαι τὰ τελούμενα, μήτε δημοσίου δαπανήματος ὄντος, διὰ τοῦτο τοῦ θυηπολικοῦ θεσμοῦ λήξαντος, ἡ Ῥωμαίων ἐπικράτεια κατὰ μέρος ἠλαττώθη. ὅτι ὁ ἅγιος Θεοδόσιος, ὁ Κοινοβιάρχης, ἐπὶ Ἀναστασίου βασιλέως ἦν, τοῦ Δικόρου, τοῦ αἱρετικοῦ. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License