Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Iulianus Halicarnassensis (Julian of Halicarnassus) - urn:cts:greekLit:lagl0603

Occupation (Wikidata Statement)

presbyter (Wikidata)

iota 436[ Ἰουλιανός, Ἁλικαρνασεύς, ἀναρρῶσαι ἠβουλήθη τὴν Σεβήρου κακοδοξίαν, ἄφθαρτον εἶναι φάσκων τὸ σῶμα τοῦ Χριστοῦ καὶ θεοῦ, αὐτῆς γε δήπου τῆς ἐν τῇ νηδύϊ τῆς θεότητος ἑνώσεως καὶ τοῦ σώματος, καὶ πρώην γε τῆς ἐκ τῶν κατοιχομένων τοῦ Χριστοῦ ἀναστάσεως. λοιπὸν ἐκ τοῦ τοιοῦδε εἰσάγεσθαι, οὐκ ἐνεργείᾳ τινὶ τοὺς Ἰουδαίους αἰκίσασθαί τε καὶ θανατῶσαι τὸν Χριστόν. ἅτε οὖν σκάζουσά τε καὶ οὐκ ἐρρωμένη ἡ δόξα, πρὸς τῶν πάλαι θεσπεσίων πατέρων ἐξωθισθεῖσα ἐτύγχανε. τότε δὴ Ἰουλιανὸς εἴτε ὑπὸ τοῦ γήρως τὰ καιριώτατα οὐ φρονῶν εἴτ’ οὖν ὑπερβολῇ τῆς πρὸς Χριστὸν ἐπιμελείας, τῆς ἀληθοῦς τε καὶ ἀπταίστου δόξης ἐπέκεινα ἐκπεσών, εἴτε καὶ ἑτέρου τινὸς ἀναδιδάξαντος· ὑποψιθυρίζεται γὰρ καὶ τοῦτο, ὡς πόλεώς τινος ἱερεὺς ταύτην δήπου τὴν κακίστην δόξαν Ἰουλιανῷ εἰσηγήσατο· ἔμελλεν οὖν τὴν ὀρθογνώμονα τοῦ Χριστοῦ δόξαν διακηρύττειν· καὶ δὴ Μαρῖνον τὸν ἀπὸ Κάρρων τῆς ἐν Συρίᾳ πόλεως ἔστειλεν ἀνὰ τὴν ἕω βεβαιῶσαι τὸ δόγμα, εἰ μὴ μετὰ βραχὺν χρόνον ᾤχετο ἐξ ἀνθρώπων. ὅτι ὁ Ἰουλιανὸς οὗτος τῆς Σευήρου κακοδοξίας προστάτης ἐγένετο εὐθυμότατος, Σευήρου μὲν μίαν φύσιν λέγοντος τὸν Χριστὸν καὶ τὴν ἐν τῷ Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first and the second volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License