Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Euthyches Constantinopolitanus (Eutyches) - urn:cts:greekLit:tlg2758

Place of birth (Wikidata Statement)

Constantinople (Wikidata) (Pleiades)

Occupations (Wikidata Statement)

theologian (Wikidata)

presbyter (Wikidata)

archimandrite (Wikidata)

epsilon 3782[ Εὐτυχής· οὗτος ἡγούμενος γέγονεν ἐν Κωνσταντινουπόλει μοναστηρίου, τῆς κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέου μοίρας τρίτος ὑπασπιστής, ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον, μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου ὁμολογεῖν· καὶ ἀπηρνεῖτο σῴζεσθαι λέγειν ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενεχθῆναι τὸ σῶμα τοῦ κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν. ]
nu 260[ Νεστόριος· μετὰ Μάνεντα καὶ Παῦλον καὶ Ἀπολινάριον καὶ Θεόδωρον ἐφάνη Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας, τὸν θρόνον Κωνσταντινουπόλεως δραξάμενος· ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀποχρησάμενος Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως. καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον ἄσπονδον ἤρατο πόλεμον. τρίτος προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε. μετὰ δὲ τοῦτον Εὐτύχης. οὗτος δὲ ὁ Νεστόριος φυσικῶς εὔλαλος ὢν πεπαιδεῦσθαι μὲν ἐνομίζετο, τῇ δὲ ἀληθείᾳ ἀνάγωγος ἦν καὶ τὰς τῶν παλαιῶν ἑρμηνεύων βίβλους ἀπηξίου μανθάνειν· τυφούμενος γὰρ ὑπὸ τῆς εὐγλωττίας οὐκ ἀκριβῶς προσεῖχε τοῖς παλαιοῖς, ἀλλὰ πάντων κρείττονα ἐνόμιζεν ἑαυτόν. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License